no image
DDbDP-text
Mesures de précaution à l’égard d’un moine intrigant via HGV-meta
Linked by Trismegistos ID
TM 37231.
Each record below describes this same ancient text from a different angle.
γνωρίζομενγνωριζω τῇ ὑμετέρᾳ πατρικῇ ἁγιοσύνῃ ὡς κατὰ τὴν εἰκάδα ἑβδόμην τοῦ παρόντος μηνὸς Πέτρος ὁ Πενταπολίτης, ἐπιστὰς τῷ εὐαγεῖ μοναστηρίῳ Ἀφροδιτοῦς ἀπὸ τῆς Ἀντινόου, ἐπιδέδωκεν τῷ θεοφιλεστάτῳ ἀββᾶ Νόνᾳ γράμματα Μηνᾶ τοῦ Ἀρσᾶ, ἀπαντήσαντος αὐτῷ κατὰ τὸν Παβεείτ, περιέχοντα αὐτὰ τὰ γράμματα ὅτι ποίησον ἀγαπὴν εἰπεῖν τῷ θεοφιλεστάτῳ ἀββᾶ Ἀνδρέᾳ ὅτι προλαμβάνω καὶ ἀνέρχομαι εἰς Ἀντινόου καὶ πάντα τὰ καινότερα μανθάνων γράψω ὑμῖν. οἶδεν γὰρ ἡ ὑμετέρα ἁγιοσύνη τοὺς τρόπους τοῦ ἀνδρός, καὶ ἂνκὰν μὴ γράψωμεν μάλιστα ὅτι οὐ μετρίως ἐλύπησεν ἡμᾶς τὸ ἐμπόδιον τῆς ἀνόδου αὐτῆς· ἐὰν γὰρ εὕρῃ παρρησίαν πρὸς τὸν ὑπερ φυέστατον στρατηλάτην καὶ ὕπατον, οὐκ ἔχει ἡσυχάσαι, ἀλλὰ καὶ κονιορτὸνγονιορτὸν ἐγερεῖ πάντως κατὰ τῶν μοναστηρίων καὶ καθʼ ἑνὸς ἑκάστου ἡμῶν. πρὸ πολλῶν δὲ οὐ πάνυ ἡμερῶν ἤμεθα γράψαντες τῷ θεοσεβεστάτῳ ἀββᾶ Μηνᾷ τῷ τοῦ οἰκονόμου λαβεῖν γράμματα παρὰ τοῦ λαμπροτάτου κυρίου κόμιτουκομιτατου Τζανκη πρὸς τὸν μεγαλοπρεπέστατον Πετέχωντα, ὑπομιμνῄσκοντα αὐτὸν περὶ τῶν κακῶς πραχθέντων ὑπὸ μετὰ Πελαγίου τοῦ μαγιστέρου ἐν Λίνου πόλει κατὰ τὸν πέρυσι χρόνον, ἵνα μὴ εὕρῃ παρρησίαν, καὶ μέχρι τῆς δεῦρο οὐδὲ ἀπόκρισιν ἐδεξάμεθα περὶ τούτου. παρακληθῇ οὖν ἡ ὑμετέρα πατρικὴ θεοφιλία κατὰ νοῦν ἔχειν περὶ τούτου πρὸς τῷ τῇ ὑμετέρᾳ σπουδῇ περιαιρεθῆναι τὸν ἀνόσιον ἐκ τῶν μοναστηρίων ἡμῶν. ταῦτα γράφοντες, πλεῖστα προσκύνομεν καὶ ἀσπαζόμεθα τὴν ὑμετέραν πατρικὴν ἁγιοσύνην, περιπτυσσομένοι αὐτὴν τῇ τοῦ Πνεύματος ἑνώσει δεσπότῃ ἡμῶν ὡς ἀληθῶς τὰ πάντα θεοφιλεστάτῳ καὶ ἁγιοτάτῳ πατρὶ ἀββᾶ Γεωργίῳ προεστῶτι μοναστηρίου Μετανοίας, Ἰωάννης ἐλεεινὸς προσκυνητός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.