no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 38222.
Each record below describes this same ancient text from a different angle.
πρὸ πάντων γράφω προσκυνῶν καὶ ἀσπαζόμενος τὰ τίμια ἴχνη τῶν ποδῶν τῆς ὑμετέρας πατρικῆς ἁγιωσύνης καὶ εὐχόμενος αὐτὴν ὑγιαίνειν ἐπὶ μήκιστον χρόνον ὑπερευχομένην ἡμῶν ἀναξίων ὄντων ὑμῶν. μαθόντες δὲ ἐκ τῶν γραμμάτων ὑμῶν τὴν ὑγίειαν ὑμῶν καὶ τὴν κατάστασιν ἐπλήσθημεν χαρᾶς δίοτι ἡσύχως ηὕρατε καλὸν τόπον καὶ τὴν θεραπείαν ὑμῶν, καὶ οὐ παυόμεθα εὐχόμενοι νύκτα καὶ ἡμέραν ὑπὲρ τῆς σωτηρίας ὑμῶν ἕως οὗ ὁ θὲος ἐνέγκῃ ὑμᾶς ἐνταῦθα καὶ αὐτοπροσώπως προσκυνήσωμεν τοὺς πόδας ὑμῶν. καὶ γὰρ καὶ ἐὰνκἂν ἔστε ἐπὶ ξένηςξένοις διπλοῦν μισθὸν ἀποδίδωσιἀποδιδει ὑμῖν ὁ θεὸς δεσπότης. πολλὰ δὲ προσκυνεῖ ὑμᾶς Ἰουὰκ ὁ θυρωρὸς ὁ ὑμέτερος δοῦλος. ἡ ἁγία τριάς. δεσπότῃ ἡμῶν τῷ πάντων ἁγιωτάτῳ καὶ ὁσιωτάτῳ πατρὶ πνευματικῷ ἀββᾷ Πέτρῳ ἐπισκόπῳ Ἀβραάμιος ἄπα ΜηνᾶςἈπαμηνᾶσ καὶ Καλαπήσιος ὑμέτεροι δοῦλοι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.