no image
DDbDP-text
Politesses monastiques via HGV-meta
Linked by Trismegistos ID
TM 37233.
Each record below describes this same ancient text from a different angle.
καὶ νῦν τῆς εὐκαιρίας δραξάμενος τοῦ γραμματηφόρου μονάζοντος κατερχομένου μετὰ τῶν γραμμάτων τοῦ ὁσιοτάτου ἀββᾶ Ἀνδρέου πρὸς τὴν ὑμετέραν πατρικὴν ἁγιοσύνην, γεφ γέγραφα πρῶτον μὲν προσκύνων καὶ προσφθεγγόμενος αὐτήν, ἔπειτα δὲ καὶ παρακαλῶ μνησθῆναι τῆς ἐμῆς βραχύτητος ἐν ταῖς πρὸς τὸν Θεὸν αὐτῆς εὐπροσδέκτοις λιταῖς. ἔγνων γὰρ καὶ νῦν, πρὸς τὴν δύναμιν τῶν ὑμετέρων γραμμάτων, τὸ σταθερὸνσταθεστερον καὶ ἀμετακίνητον τῆς ὑμετέρας ἀγαθῆς προαιρέσεως εἰς ἐμέ, τὸν ἐλάχιστον αὐτῆς ἀδελφὸν καὶ υἱόν, καὶ παρακαλῶ αὐτὴν ταύτην βεβαίαν ἔχειν μέχρι παντός· ἐπειδή οὐ μετρίως δέομαι οὐ μόνον τῶν ὑμετέρων εὐχῶν ἀλλὰ καὶ συγκροτήσεως ὑμετέρας οὐκ ὀλίγης. ἀσπάζομαι δὲ τόν τε θεοφιλέστατον κοινὸν πατέρα, καὶ τὴν κοσμιωτάτην κοινὴν μητέρα, καὶ πάντας τοὺς σὺν ὑμῖν ἐν Κυρίῳ, δέσποτα θεοφιλέστατέ μου πάτερ. Φαμενὼθ γ δεσπότῃ ἐμῷ ὡς ἀληθῶς τὰ πάντα θεοφιλεστάτῳ καὶ ἁγιωτάτῳ πατρὶ πνευματικῷ ἀββᾶ Γεωργίῳ, προεστῶτι Μετανοίας Ἰωάννης, ἐλάχιστος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.