no image
DDbDP-text
Letter of Athanasius via HGV-meta
Linked by Trismegistos ID
TM 32662.
Each record below describes this same ancient text from a different angle.
τῷ τιμιωτάτῳ καὶ ἀγαπητῷ πατρὶ Παπνουτίῳ Ἀθανάσιος ἐν κυρίῳ θεῷ χαίρειν. ὁ παντοκράτωρ θεὸς καὶ ὁ Χριστὸς αὐτοῦ δοίη τὴν σὴν θεοσέβειαν παραμένεινπαραμένιν ἡμῖν πολὺν χρόνον καὶ μεμνῆσθαι ἡμῶν ἐν ταῖς σαῖς προσευχαῖς· τῆς γὰρ σῆς ἁγιότητος τοῦτο διατελούσης ἔσται ἡμῖν ἁπανταχῃ ὑγιαίνειν. παρακαλῶ οὖν πυκνο τέρως ἡμῶν μνήσθητι· αἱ γὰρ παρʼ ὑμῶν διδόμεναι εὐχαὶ ἀνα λαμβάνονται διὰ τὴν ἁγίαν ἀγάπην σου, καὶ ὡς ἐὰν αἰτήσησθεαἰτήσησθαι ὑμεῖς ἐν ταῖς ἁγίαις σου προσευχαῖς εὖ ἕξει τὸ ἡμέτερον. χαριοῦμαι τῷ δικαίῳ πισθεὶς ὡς ἁπανταχῇ ποιεῖς ἡμῶν μνήμην· καὶ γὰρ οἶδα ὅτι φιλεῖς ἡμᾶς· μάλιστα δʼ ἐστὶ φροντίς μοι Διδύμης καὶ τῆς μητρός ?: ἡ γὰρ Διδύμη ον καὶ ἡ μήτηρ μου ἀνωμαλεῖἀνωμαλῖ ἀγὼν οὖν μέγιστος περὶ ἐμοῦ ἐστὶ προσπάσχοντος α καὶ ἀτονώτατα ἔχοντος· πιστεύω δὲ εἰς τὸν ἁπάντων σωτῆρα. διάγοντεςδιαγων δὲ ἐν ταύταις ταῖς νόσοις ἡδόμεθα ὅτι καὶ διὰ μερίμνης σοι γέγονεν τὸν καλὸν υἱὸν Ὡρίωνα ἀποστεῖλαιἀποστῖλαι πρὸς ἡμᾶς. Θεοδόσιος, σθ, Ἀντίοχος, Διδύμη, ἡ μήτηρ, πάντες οἱ τοῦ ἡμετέρου οἰκου πολλά σε καὶ προσκυνοῦμεν καὶ προσαγορεύομεν, τιμιώτατε ἀγαπητὲ πάτερ. ἐρρωμένον σε ἡ θεία διαφυλάξειεδιαφυλαξει πρόνοια ἐπὶ μή κιστον χρόνον ἀεὶ μιμνησκόμενονμειμνησκόμενον ἡμῶν, ἀγαπητέ, τιμιώτατε. τῷ τιμιωτάτῳ καὶ ἀγαπητῷ πατρὶ Παπνουτίῳ Ἀθανάσιος ἐν κυρίῳ θεῷ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.