no image
DDbDP-text
Mauvaise administration d’un supérieur de monastère via HGV-meta
Linked by Trismegistos ID
TM 37232.
Each record below describes this same ancient text from a different angle.
κατὰ τὴν δευτέραν τοῦ παρόντος μηνὸς Φαμενὼθ κατέλαβεν τὸν ὅρμον τοῦ μοναστηρίου Ἀφροδιτοῦς ὁ μεγαλοπρεπέστατος κόμες Ἰωάννης, πέμψας μοι γράμματα τῆς σῆς θεοφιλοῦς εὐτεκνίας, καὶ ἐκ τούτων γνοὺς τὴν ῥῶσιν αὐτῆς, ἐδόξασα τὸν δεσπότην Θεὸν· προετρεψάμην δὲ τὴν αὐτοῦ μεγαλοπρέπειαν ἀνελθεῖν εἰς τὰ μοναστήρια καὶ ἐπισκέψασθαι τὴν τούτων διοίκησιν. οὐκ ἠνέσχετοὑπέσχετο τέως τοῦτο ποιῆσαι, ἀλλἀλλ’ἀλʼ ὅμως ὡς ἐξήλθαμεν τῇ τρίτῃ ἕωθεν εἰς τὸ κτῆμα τὸ λεγόμενον Περνίς, μετεστειλάμηνμετεστειλάμην αὐτὸν ἐκεῖσε, ὀφείλων διαλεχθῆναι αὐτῷ τὰ εἰκότα ἰδιαζόντωςιδιασοντως πρὸ τοῦ ἀνάπλου ἡμῶν, καὶ φθασάσης τῆς αὐτοῦ μεγαλοπρεπείας, κατέλαβονκατέλαβαν καὶ οἱ εὐλαβέστατοι ἀδελφοὶ τοῦ μοναστηρίου Στρατονικίδος, κατα κράζοντες Ἰερημίου τοῦ προεστῶτος, καὶ λέγοντες μυρίας βίας περί τε τῆςπερὶ τῆς ἀνατροπῆς τοῦ μοναστηρίου, περί τε τῶν τούτου χρεῶν ἐπὶ τοῦ χρόνου τῆς διοικήσεως αὐτοῦ, καὶ ἀκούσας ὁ αὐτὸς μεγαλοπρεπέστατος ἀνὴρ τὰ παρʼ αὐτῶν λεχθέντα, μάλιστα ὅτι οὐκ ὑπάρχει σήμερον τῷ μοναστηρίῳ ἐκείνῳ εἷς ξέστης ἐλαίου, καὶ ἓν κνίδιον οἴνου, καὶ δέκα ἀρτάβας σίτου ἠγανάκτησενηνανακτησεν πάνυ κατὰ τοῦ αὐτοῦ Ἰερημίου, καὶ οὐ συνεχώρησεν αὐτὸν ἀνελθεῖν μεθʼ ἡμῶν ἕως τῆς Βαῦβαν , ἀλλὰ ἀφῆκεν ἐν τῷ μοναστηρίῳ Ἀφροδιτοῦς, ἄχρι ἀποθέσεως τῶν λόγων αὐτοῦ σὺν Θεῷ μετὰ τὴν διοίκησιν τοῦ πρώτου μοναστηρίου τῆς Βαῦβαν. λοιπάζεται γὰρ ὁ λόγος αὐτοῦ τετρακοσία νομίσματα μικρῷ ἢ πρός, ὑπὲρ μόνης τῆς διοικήσεως τοῦ μοναστηρίου ἑνὸς ἐνιαυτοῦ τῆς πρώτης ἰνδικτιῶνος, χωρὶς τῶν ἄλλων χρεῶν τῶν δανειστῶνδανιστῶν συντείνοντων εἰς ἕτερα τριακόσια δεκατέσσαραδεκατέσαρα νομίσματα καὶ κατʼ αὐτὴν τὴν ἡμέραναὐτὴν ἡμέρανἡμέραν ἡμέραν ἀντεπέρασεν μετὰ τῶν θεοσεβεστάτων ἀδελφῶν Ἰακώβου, Ἀγαθοῦ, Φοιβάμμωνος, βουλόμενος ἅμα αὐτοῖς βερετοις προλαβεῖν ἐπὶ τὴν Ἀντινόου, καὶ πρὸς εἴδησιν τῆς ὑμετέρας θεοφιλοῦς εὐτεκνίας ταῦτα γέγραφα, ἀνέρχεται δὲ μεθʼ ἡμῶν Ἰερημίας, ὁ προεστὼς τοῦ μοναστηρίου Ἀφροδιτοῦς ἕως τῆς Ἀντινόου. ἀσπάζομαι πρὸ πάντων τὴν σὴν ἀδελφικὴν θεοφιλίαν ἐν Κυρίῳ, μετὰ πάντων τῶν των σὺν αὐτῇ καὶ ἀγαπώντωνἀγαπούντων αὐτὴν ἀδελφῶν. οἱ σὺν ἐμοὶ ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ· τὸ μοναστήριον Ταντωνα καλῶςτούτων ἀκαλῶςταντωνακαλῶς κεῖται. Φαμενὼθ γ, ἰνδικτιῶνος β. μὴ ὀλιγωρήσῃὀλιγωρήσῃὀλιγορήσῃ δὲ ἡ ὑμετέρα θεοφιλία κατὰ τοῦ γραμματηφόρου· ἐπειδὴ ἐκράτησα αὐτὸν ἐνταῦθα ἄχρι παρουσίας τοῦ μεγάλου κόμιτος, καὶ εἶθʼ οὕτως ἀπέλυσα αὐτὸν πρὸς ὑμᾶς τῷ τὰ πάντα θεοφιλεστάτῳ πνευματικῷ ὑιῷ ἀββᾶ Γεωργίῳ προεστῶτι, ἀββᾶ Ἀνδρέας ἐλεεινός.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.