no image
DDbDP-text
Demande d’ouverture d’un testament via HGV-meta
Linked by Trismegistos ID
TM 20983.
Each record below describes this same ancient text from a different angle.
Ἰσιδώρῳ στρατηγῷ παρὰ Θέωνος Παυσειρίωνος τοῦ καὶ Γερμανίου Ἰσᾶτος μητρὸς Ταυ σαράπιος τῆς καὶ Σεραοῦτος ἀπʼ Ὀξυ ρύγχων πόλεως. Ααριον, ἀ πελευθέρα Σαραπίωνος Ἀπολ λωνίου, μητρὸς Ἡρακλοῦτος, ἀπὸ τῆς αὐτῆς πόλεως, τελευτῶσα παρέθετό μοι ἐκδόσιμον ἧς ἔθε το διὰ τοῦ ἐνθάδε ἀγορανομίου τῷ μηνὶ Γερμανικείου τοῦ διελθόν τος τρισκαιδεκάτου ἔτους Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, εἰς τὸ λυθῆναι μετὰ τελευτὴν αὐ τῆς· ὅθεν ἐπιφέρωνἐπιφερουσα τοῦτο καὶ παριστὰςπαριστασα ἀπὸ τῶν μαρτυρησάν των τῇ διαθήκῃ μάρτυρας Διονύ σιον τὸν καὶ Ἀμόιν Ἡρακλείδου τοῦ Διονυ σίου τοῦ καὶ Ἀμόι μητρὸς Σαραποῦτος, καὶ Διογένην Ἀπολλοφάνους τοῦ Διογένους, καὶ Σαραπίωνα Χαιρήμο νος τοῦ Σωσιβίου, καὶ ἈγαθὸνἈγαθὸς Δαίμο να ἀπελεύθερον Ἡρακλείδου καὶ Σα ραπίωνος τοῦ καὶ Δωρίωνος, τοὺς τέσσαρας ἀπὸ τῆς αὐτῆς πόλεως, διὸ ἀκολουθῶς τοῖς κελευσθεῖσι διαγράψας Ὥρῳ τῷ καὶ Ὡρίωνι καὶ Δημητρίῳ τὰς ὀρισθείσας δίδοσ θαι λύσεως διαθήκης δραχμὰς δέ κα δύο , ἀξιῶ τὴν τῆς διαθήκης λύσιν γενέσθαι. ἔτους ιδ ΑὐτοκράτοροςΑὐτόκρατο Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ μεγίστου, Παῦνι ιη ιδ Θέων Παυσιρίωνος ἐπιδέδωκα. Παῦνι ιη χυιουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.