no image
DDbDP-text
Nomine ad ufficii liturgici via HGV-meta
Linked by Trismegistos ID
TM 23526.
Each record below describes this same ancient text from a different angle.
ρμε Φλαύιος Πανίσκος ὁ καὶ Λόγγος στρατηγὸς Ἑρμοπολείτου. τοῦ δοθέντος μοι προσαγγέλματος ὑπὸ κωμάρχων ΠοαμπιμήνεωςΠοαμπιμήπεωσ εἰσδι δόντων τὸν διὰ αὐτοῦ ἐνγεγραμμένον τῆς τοπαρχίας τοπάρχην ἴσον δημοσίᾳ πρόκειται ἵνα πάντες εἰδῶσι καὶ ὁ ἀγ γελεὶς ἀντιλάβηται τῆς ἐνχειρισθείσης αὐτῷ χρείας ὑγιῶς καὶ πιστῶς. ἐσημειωσάμην. ἔτους ιβ τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Παῦνι ε. Φλαυίῳ Πανίσκῳ τῷ καὶ Λόγγῳ στρατηγῷ Ἑρμοπολίτου παρὰ Αὐρηλίων Ἑρμαπόλλωνος μητρὸς Τεεῦτος ὡς ἐτῶν μη οὐλὴ γα στροκνημίᾳ δεξιᾷ καὶ Κουφιο μητρὸς Ταχώνσιος ὡς ἐτῶν μα οὐλὴ ἀντικνημίῳ δεξιῷ ἀμφοτέρων κω μαρχῶν κώμης Παομπιμήπεως. δίδομεν καὶ προσαγγέλλομεν τὸν ὑπο γεγραμμένον τοπάρχην ἐφʼ ᾧεἰς τὸ αὐ τὸν πάντα τὰ διαφέροντα τῇ χρείᾳ ἀποπληρῶσαι ἀμέμπτως ὄντα εὔπορον καὶ ἐπιτήδειον κινδύνῳ ἡμῶν καὶ πάντων τῶν καταμε νόντων ἐν τῇ αὐτῇ κώμῃ ἐξ ἀλλη λεγγύης ὃν καὶ ἡμεῖς ἐγγυώμεθα. ἔστι δέ· Χῶνσις Παθώτου μητρὸς Θ ὡς ἐτῶν με πόρον ἔχων δραχμῶν Β. διευτύχει. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παῦνι δ οἱ προκείμενοι κωμάρχαι ἐπιδεδώ καμεν. Αὐρήλιος Ἑρμησίων ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων Αὐρήλιος Σερῆνος ὑπηρέτης δημοσίᾳδημόσιος προθεὶς κατεχώρησα Παῦνι ἐσημειωσάμηνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.