no image
DDbDP-text
Nomine ad ufficii liturgici via HGV-meta
Linked by Trismegistos ID
TM 23532.
Each record below describes this same ancient text from a different angle.
ανα Φλαύιος Πανίσκος ὁ καὶ Λόγγος στρατηγὸς Ἑρμοπολίτου. τοῦ δοθέντος μοι προσαγγέλματος ὑπὸ κωμαρχῶν κώμης Ἐνσεῦ διὰ τῶν λῃστοπιαστῶν εἰσδιδόν των τοὺς διʼ αὐτοῦ ἐγγεγραμμένους εἰς τὴν ἀνθʼ ἑαυτῶν κωμαρχίαν ἴσον δημοσίᾳ πρόκειται ἵνα πάντες εἰδῶσι καὶ οἱ εἰσαγ γελέντες ἔχωνται τῶν ἐγχειρισθέντων αὐτοῖς ὑγιῶς καὶ πιστῶς εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι. ἐσημειωσάμην. ἔτους ιβ τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ Ἐπεὶφ γ. Φλαυίῳ Πανίσκῳ τῷ καὶ Λόγγῳ στρατηγῷ Ἑρμοπολείτου παρὰ Αὐρηλίων Τυράννου Ἑρμαπόλλωνος καὶ Παθώτου ἀμφοτέρων κωμαρχῶν κώμης Ἐνσεῦ διʼ ἡμῶν Αὐρηλίων Πόλλωνος Παθώτου καὶ Ὥρου Ἁτρῆτος ἀμφοτέ ρων λῃστοπιαστῶν καὶ τῶν λοιπῶνων διʼ ἡμῶν τῶν πα ρόντων. δίδομεν καὶ προσαγγέλλομεν τοῦς ὑπογε γραμμένους κωμάρχας ἐφʼ ᾧ αὐτοὺς ἀντιλαβέσθαι τῆς χρείας ἀπὸ σήμερον ἥτις ἐστὶν γ τοῦ Ἐπεὶφ τοῦ ἐνεστῶτος ιβ ἔτους ὄντας εὐπόρους καὶ ἐπιτηδείους κινδύνῳ ἡμῶν καὶ πάντων τῶν καταμενόντων ἐν τῇ αὐτῇ κώ μῃ ἐξ ἀλληλεγγύης οὓς καὶ ἡμεῖς ἐγγυώμεθα. εἰσὶ δέ· Παῆσις Κολλούθου μητρὸς ης ὡς ἐτῶν με πόρον ἔχων δραχμῶν Β. Ποτάμων Παήσιος μητρὸς ησιος ὡς ἐτῶν λη πόρον ἔχων δραχμῶν Β. διευτύχει. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἐπεὶφ γ. οἱ προκείμενοι κωμάρχαι διʼ ἡμῶν τῶν παρόντων λῃστοπιαστῶν ἐπιδεδώκαμεν. Αὐρήλιος ος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων. ἐσημειωσάμην Τύραννος ὑπηρέτης δημοσίᾳ προθεὶς κα τεχώρισακωμογραμματεύς κατεχώρισαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.