no image
DDbDP-text
Brûlures volontaires dans un bain public via HGV-meta
Linked by Trismegistos ID
TM 3357.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Φιλίστα Λυσίου, τῶν κατοικουσῶν ἐν Τρικωμίαι. ἀδικοῦμαι ὑπὸ Πε τεχῶντος. λουομένης γάρ μου ἐν τῶι βαλανείωι τῶι ἐν τῆι προειρημένηι κώμηι, ἔτους α, Τῦβι ζ, πα ραχέων ἐν τῶι γυναικείωι θόλωι, ἐγβεβηκυίας μου ὥστε σμήσασθαιζμήσασθαι, εἰσενέγκας θερμοῦ τὰς ἀρυταί νας κατεσκέδασένκαστεσκέδασέν μου μίανκ καὶ κατέκαυσεν τήν τε κοιλίαν καὶ τὸν ἀριστερὸν μηρὸν ἕως τοῦ γόνατος ὥστε καὶ κινδυνεύειν με· ἃ καίὃν καὶ εὑροῦσα παρέδωκα Νεχθοσίρι τῶι ἀρχιφυλακίτηι τῆς κώμης, παρόν τος Σίμωνος τοῦ ἐπιστάτου. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, ἱκέτις ἐπὶ σὲ καταπεφευγυῖα, μὴ περι ιδεῖν με οὕτως ἠνομημένην, χειρόβιον οὖσαν, ἀλλὰ προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Σίμωνι τῶι ἐπιστάτηι καὶ Νεχθοσίρι τῶι φυλακίτηι ἀναγαγεῖν ἐφʼ αὑτὸν τὸν Πετεχῶντα ὅπως Διοφάνης ἐπισκέψηται περὶ τούτων, ἵνʼ ἐπὶ σὲ καταφυγοῦσα, βασιλεῦ, τὸν πάντων κοινὸν εὐεργέτην, τοῦ δικαίου τύχω. εὐτύχει. Σίμωνι ἀπόστειλον τὸν ἐνκαλούμενον. ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ. ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ. Φιλίστα πρὸς Πετεχῶντα παραχύτην περὶ τοῦ κατα κεκαῦσθαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.