no image
DDbDP-text
Tissage de deux vêtements via HGV-meta
Linked by Trismegistos ID
TM 3282.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Φιλίσκος, Κυρηναῖος, ἐκατοντάρουρος, τῶν κατοικούντων ἐν Ἀρσινόηι τῆι ἐπὶ χώματος, τῆς Θεμίστου μερίδος. ἀδικοῦμαι ὑπὸ Ἡδείας τῶν κατοικουσῶν τὴν αὐτὴν κώμην. λαβοῦσα γὰρ παρὰ τῆς γυναικός μου υφᾶναι ἱμάτια δύο ἐπὶ τοῦ αὐτοῦ ἱστοῦ, ὧν καὶ τὰ ὕφαντρα παραχρῆμα καὶ τὰ ἔργα τῶν δύο ἱματίων, καὶ τὸ μὲν ἓν αὐτῆς ἐξυφανάσης οὐχ οἵα ἐστὶν τὸ ἄλλο ἱμάτιον προσεξυφᾶναι κακοτεχνοῦσα. δέομαι οὖν σοῦ, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Ποσειδίωνι τῶι στρατηγῶι γράψαι Ὀνησάνδρωι τῶι ἐπιστάτηι ἀποστεῖλαι τὴν Ἡδεῖαν ἐπὶ Ποσειδίωνα ω διὰ τῆς ἐντεύξεως ὄντα ἀληθῆ, ἐπαναγκάσαι αὐτὴν . τούτου γὰρ γενομένου οὐκ ἀδικηθήσομαι, ἀλλʼ ἐπὶ σὲ καταφυγών, τὸν κοινὸνκοινὸμ πάντων εὐεργέτην, τεύξομαι τοῦ δικαίου. εὐτύχει. Ὀνησάνδρωι. ἐπισκεψάμενος φρόντισον ὅπως τύχηι τοῦ δικαίου. ἔτους δSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.