no image
DDbDP-text
Empiétement sur le logement d’un clérouque via HGV-meta
Linked by Trismegistos ID
TM 3289.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Βίθυς, τῶν ΚαρδένθουΚαρδένδουΚαρδένδου τῶν πρεσβυτέρων, ἐξ Σεβεννύτου τοῦ Ἀρσινοίτου. ἀδικοῦμαι ὑπὸ Ἑλλανίκου. σοῦ γὰρ δόντος ἡμῖν, βασιλεῦ, σταθμὸν μετὰ τῶν κλήρων ὅπως ἂν ὑπὸ μηθενὸς ἀδικώμεθα μηδὲ ἐνοίκια ἀποτίνωμεν, Ἑλλάνικος εἰσβιασάμενος εἰς τὴν οἰκίαν βίαι καὶ καθελὼν τὸν τῆς αὐλῆς τοῖχον εἰσώικισται. περὶ ὧν καὶ πρότερόν σοι ἔντευξιν ἐνέβαλον, βασιλεῦ, ἣ μετηνέχθη ἐπʼ Ἀφθόνητον τὸν στρατηγόν· ὃ δὲ ἔτι καὶ νῦν οὐ βούλεται ἐκχωρεῖν, ἀλλὰ καὶ παροινῶν με διατελεῖ. δέομαι οὖν σου βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Ἀφθονήτωι τῶι στρατηγῶι γράψαι ἀποστεῖλαι αὐτὸν ἐπʼ Ἀφθόνητον, ἵνα διακριθῆι πρός με, ἐγώ τε ἐπὶ σὲ καταφυγών, βασιλεῦ, τοῦ δικαίου τύχω. εὐτύχει. Ἀγήνωρ Τιμοξένωι χαίρειν. ἀπέσταλκά σοι τῆς ἐλθούσης μοι παρʼ Ἀφθονήτου ἐντεύξεως τὸ ἀντίγραφον. εἴπερ παραδέδεικται αὐτῶι ἐν σταθμοδοσίαι, παράδειξον αὐτοῖς τὰ μέρη κατὰ τὸ πρόσταγμα. ἔτους δ, Πανήμου κγ. ἔτους δ, Δαισίου κγ. Βίθυς πρὸς Ἑλλάνικον. πρόσταγμα βασιλέως Ἀγήνορι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.