no image
DDbDP-text
Plainte d’un père contre un fils ingrat via HGV-meta
Linked by Trismegistos ID
TM 3300.
Each record below describes this same ancient text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Πάππος. ἀδικοῦμαι ὑπὸ Στρουθοῦ τοῦ υἱοῦ μου. ἐμοῦ γὰρ διδάξαντος αὐτὸν τὴν καὶ τὴν γραμματικὴν γενομένου πρεσβυτέρου καὶ οὐαυτὸν θρέψαιτρέψαι ἐπὶ Διοσκουρίδην τὸν παρὰ σοῦ ἐν Ἀρσινόηι κ αὐτὸν παρέχειν μοι κατὰ μῆνα πυροῦ ἀρτάβην α καὶ δραχμὰς δ, ἐν οἷς καὶ αὐτὸς οὐδʼ ὥς μοι δέδωκεν οὐθὲν τῶν συγχωρηθέντων, ἀλλὰ περικα ὅταν ποτέ μοι ἀπαντήσῃ λοιδορεῖ με τά αἴσχιστα, καὶ ἀποβιαζόμενος δον εἰς τὴν οἰκίαν μου ἁρπάζει μου ἀεὶ τὸ πρόχειρον τῶν σκευῶν, καταφρονῶν μου ὅτι πρεσβύτερός εἰμι καὶ ἀσθενῶ τοῖς ὀφθαλμοῖς. δέομαι οὖν σου, βασιλεῦβασιλει, προσ τάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι τῶι ἐπιστάτηι κώμης Ἀρσινόης, τῆς Θε μίστου μερίδος, τῆς ἐπὶ τοῦ χώματος, ἀποστεῖλαι αὐτὸν ἐπὶ Διοφάνην, καὶ ἐὰν ἦι τὰ διὰ τῆς ἐντεύξεως ἀληθῆ, τῆς μὲν βίας ἐπιστῆσαι αὐτὸν, τῆς δὲ ταγῆς μοι ἐγγύους αὐτὸν καταστῆσαι, ἵνα εἰς τὸ λοιπόν μοι εὐτακτῇ. τούτου γὰρ γενομένου, ἔσο μαι διὰ σέ, βασιλεῦ, τοῦ δικαίου τετευχώς. εὐτύχει. Πτολεμαίωι. μάλιστα μὲν αὐτὸς σὺ διάλυσον τὸν πατέρα πρὸς τὸν Στρουθόν· ἐὰν δέ τι ἀντιλέγηι, ἀπόστειλον αὐτὸν πρὸς ἡμᾶς, καὶ ὅπως μὴ ἄλλως ἔσται. ἔτους κϛ, Δαισίου κγ, Φαῶφι ε. ἔτους κϛ, Φαῶφι δ. καταστὰς Στρουθὸς ἔφη δώσειν Πάππωι τῶι πατρὶ αὐτοῦ εἰς τροφὴν αὐτῶι τὸντὸμ μῆνα χαλκοῦ δραχμὰς β. παρὼν δὲ καὶ Πάππος εὐδοκεῖ ἐπὶ τούτοις, καὶ ἐὰν ἐνιαυτόν μοι εὐτακτήσῃ μη ἐπιγράψειν αὐτὸν ἐπὶ τὸ ἱερὸν τοῦ αὐτοῦ μέρους. ΠτολεμαίωιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.