no image
DDbDP-text
Greek loan of wheat via HGV-meta
Linked by Trismegistos ID
TM 215.
Each record below describes this same ancient text from a different angle.
Ἔτους νγ Χοιαχ ιε ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου· ἐδάνεισεν Καίης Πατῆτος Πέρσης τῆς ἐπιγονῆς Ἁρπαήσει Πόρτιτος Πέρσῃ τῆς ἐπιγονῆς πυρῶν ἀρτάβας κε. τὸ δὲ δάνειον τοῦτο ἀπο δότω ὁ δεδανεισμένος Καίητι ἐν μηνὶ Παχὼν τοῦ νγ ἔτους νέον καθαρὸν ἀποκαθεστάμενον εἰς οἶκον πρὸς αὐτὸν ἰδίοις ἀνηλώ μασιν μέτρωι ὧι καὶ παρείληφεν· ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῶι ὡρισμένωι χρόνωι, ἀποτεισάτω παρα χρῆμα ἡμιόλιον τὴν ἐσομένην ἐν τῆι ἀγορᾶι τιμήν· ἡ δὲ πρᾶξις ἔστω Καίητι ἐκ τοῦ Ἁρπαήσιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθάπερ ἐγ δίκης. Ἄρειος ὁ παρʼ Ἡλιοδώρου κεχρημάτικα. Δάνειον Καίητος πρὸς Ἁρπαῆσιν πυρῶνπυροῦ κεSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.