no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 90.
Each record below describes this same ancient text from a different angle.
ἔτους δ Μεχεὶρ κζ ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου ἑκόντες συνεγράψαντο. ὁμολογεῖ Τοτοῆς Πελαίου ὀφείλειν Πανοβχούνει Τοτοέους χαλκοῦ τάλαντα η καὶ πυροῦ ἀρτάβας ιγ 𐅵δ ἄτοκα. τὸ δὲ ὀφείλημα τοῦτο ἀποδότω Τοτοῆς Πανοβχούνει ἐν μηνὶ Μεσορὴ τοῦ ε ἔτους ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῷ ὡρισμένῳ χρόνῳ, ἀποτεισάτω παραχρῆμα ἡμιόλιον καὶ τοῦ ὑπερ πεσόντος χρόνου τόκους διδράχμους τῆς μνᾶςμνᾶς τὸν μῆνα ἕκαστον, τὸν δὲ πυρὸν τὴν ἐν τῇ ἀγορᾷ τιμήν. ἡ δὲ πρᾶξις ἔστω Πανοβχούνει ἐκ τοῦ Τοτοέους καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκἐγ δίκης. Ἄρειος ὁ παρʼ Ἡλιοδώρου κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.