no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 61.
Each record below describes this same ancient text from a different angle.
ἔτους μδ Θωὺθ κη ἐν Παθύρει ἐπʼ Ἀσκλη πιάδου ἀγορανόμου. ἐδάνεισεν Θοτεὺς Κολλούθου Πέρσης τῆς ἐπιγονῆς Τοτοῆι ΠελαίουΠαιου Πέρσῃ τῆς ἐπιγονῆς καὶ Τακμήιτι Πατοῦτος Περσίνῃ, μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Τοτοῆτος τοῦ προγεγραμμένου καὶ συνδεδανεισμένου, χαλκοῦ πεντακισχιλίας ἑξακοσίας ἄτοκα εἰς μῆνας τρεῖς . τὸ δε δάνειον τοῦτο ἀποδότωσαν οἱ δεδανεισ μένοι Θοτεῦτι ἐν μηνὶ Χοίαχ λ τοῦ μδ ἔτους. ἐὰν δὲ μὴ ἀποδῶσι ἐν τῶι ὡρισμένωι χρόνωι, ἀπο τεισάτωσαν παραχρῆμα ἡμιόλιονἡμόλιον καὶ τοῦ ὑπερπεσόντος χρόνου τόκους διδράχμους τῆς μνᾶς τὸν μῆνα ἕκαστον. ἔγγυοι ἀλλήλων εἰς ἔκτισινἔκτεισιν τῶν διὰ τοῦ δανείου γεγραμμένων πάντων αὐτοὶ οἱ δεδανεισ μένοι. ἡ δὲ πρᾶξις ἔστω Θοτεῦτι ἐκ τῶν δεδανεισμένων καὶ ἐξ ἑνὸς καὶ ἑκάστου αὐτῶν καὶ ἐξ οὗ ἂν αἱρῆται, καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων, καθάπερ ἐκἐγ δίκης. Ἄρειος κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.