no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 218.
Each record below describes this same ancient text from a different angle.
ἔτους ε Χοίαχ ια ἐν Παθύρει ἐφʼ Ἡλιο δώρου ἀγορανόμου. ἐδάνεισεν Ψενιμοῦθις ἱερεὺς Μονοῦτος Ψενενούφει Πόρτιτος καὶ Πανοβ χούνει Πόρτιτος τοῖς δυσὶ Πέρσαις τῆς ἐπιγονῆς χαλκοῦ τάλαντα δύο δισχιλίας τριακοσίας ἄτοκα. τὸ δὲ δάνειον τοῦτο ἀποδότωσαν οἱ δεδανεισ μένοι Ψενιμούθει ἐν μηνὶ Φαρμοῦθι τοῦ εαὐτοῦ ἔτους. ἐὰν δὲ μὴ ἀποδῶσι ἐν τῶι ὡρισμένωι χρόνῳ, ἀποτεισάτωσαν παραχρῆμα ἡμιόλιον καὶ τοῦ ὑπερπεσόντος χρόνου τόκους διδράχμους τῆς μνᾶς τὸν μῆνα ἕκαστον. ἡ δὲ πρᾶξις ἔστω Ψενιμούθει ἐκ τῶν δεδανεισμένων καὶ ἐξ ἑνὸς καὶ ἑκάστου αὐτῶν δανειστῶν δύο καὶ ἐξ οὗ ἂν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων, πράσσοντι καθάπερ ἐκἐγ δίκης. Ἀμμώνιος ὁ παρʼ ἩλιοδώρουἩλιοδώρου κεχρημάτικα. ἀπόδοσις ε ἔτους. δάνειον DemoticSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.