no image
DDbDP-text
Extrait d’un registre des epicriseis via HGV-meta
Linked by Trismegistos ID
TM 10715.
Each record below describes this same ancient text from a different angle.
ἐκ τόμου ἐπικρίσεων Γαίου Οὐαλερίου Εὐδαίμονος γενομέ νου ἡγεμόνος οὗ παρεπιγραφή· ἐπικρίσειςἐπικρίσις Οὐαλερίου Εὐδαί μονος γενομένου ἡγεμόνος διὰ Οὐαριανοῦ Ἰουλιανοῦ χιλιάρχου ἀπὸ Παῦνι α ἕως Μεσορὴ δεκάτης τοῦ ϛ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. μεθʼ ἕτερα, σελίδων κ, Ἀρσινοίτου. Κοίντος Ἰούλιος Γαϊανός, ἐτῶν· ὁ προγεγραμμένος Ἰούλιος εταα οὕτως· Φλαουία Πριμιγένεια δηλώσασα ἑαυτὴν βούλεσθαι παρεπιδημεῖν ἐν νο μῷ Ἀρσινοίτῃ ἠξίωσεν μεταδοθῆναι τὸν υἱὸν αὐτῆς ταιειν ἐπίκρισιν. ἔστιν δέ· Κοίντος Ἰούλιος Γαιανὸς πρὸς τὸ ἐνεστὸς ϛ ἔτος ζ ἐτῶν. ἐπήνεγκενἐπήνενκεν ἡ τοῦ παι δὸς μήτηρ Φλαουία Πριμιγένεια κύριον ἐπιγραψαμένη Φλάουιον Ἰουλιανὸν δηλώσασα τὸν πατέρα τοῦ παιδὸς Κοίντον Ἰούλιον Γαϊανὸν τετελευτηκέναι ἐπίκρισιν Γαιανοῦ γενομένην ὑπὸ Ῥουτιλίου Λούππου τοῦ ἡγε μονεύσαντος, καθʼ ἣν ὁ πατὴρ τοῦ ἐπικρινομένου Κοίν του Ἰούλιος Γαϊανὸς ἐπεκρίθη, καὶ τῆς πατρωνίσσης αὐ τῆς Ῥουφίλλας δέλτον προφεσσίωνος ἐπὶ σφραγίδωνσφραγείδων ἐπὶ τοῦ γ ἔτους θεοῦ Τίτου καὶ ἑαυτῆς ταβέλλαν ἐπὶ σφραγίδωνσφραγείδων ἐπὶ τοῦ ζ ἔτους θεοῦ Ἁδριανοῦ διʼ ἧς ἡ Φλαουία Ῥουφίλλα ἐπὶ Ἁτερίου Νέπωτος τοῦ ἡγεμονεύσαντος οὐινδίκταις ἠλευθέρου παιδίσ κην αὐτῆς Πριμιγένειαν καὶ τοῦ ἐπικρινομένου δέλτον προ φεσσίωνος ἐπὶ σφραγίδωνσφραγείδων ἐπὶ τοῦ κα ἔτους θεοῦ Ἁδριανοῦ διʼ ἧς ὁ Κοίν τος Ἰούλιος Γαϊανὸς ἀπεγράφετο εἶναι αὐτῷ υἱὸν τὸν Κοίντον Ἰού λιον Γαιανὸν ἐκ τῆς Φλαουίας Πριμιγενείας. ἐδήλωσεν δὲ εἶναι αὐτῷ θυγατέρα Ἰουλίαν Γαϊανὴν ἧς καὶ παρέθετο δέλτον προ φεσσίωνος ἐπὶ σφραγίδωνσφραγείδων ἐπὶ τοῦ ἑξῆς κβ ἔτους. ἔδωκεν καὶ γνωσ τῆρας Οὐαλέριον Βερνικιανόνβερνανον, Φλάουιον Ἰουλιανόν, Πετρώ νιον Κέλερα συγχειρογραφοῦνταςσυνχιρογραφοῦντας αὐτῇ μηδενὶ ἀλλοτρίωι κεχρῆσθαι. καὶ τῆςτην Οὐεργιννίου Ἰουλιανοῦ γενομένου χιλιάρχου σημειώσεωςσημιώσεος ἐπὶ τοῦ προκειμένου ὀνόματος· Ἰουλίου Γαϊανοῦ ἑπτὰ ἄσημος. ἐπίκρισις Κοίντου Ἰουλίου ΓαιανοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.