no image
DDbDP-text
Extrait d’un registre des epicriseis via HGV-meta
Linked by Trismegistos ID
TM 10716.
Each record below describes this same ancient text from a different angle.
ἐκ τόμου ἐπικρίσεων Γαίου Οὐαλερίου Εὐδαίμονος γε νομένου ἡγεμόνος οὗ παρεπιγραφή· ἐπικρίσεις Οὐαλε ρίου Εὐδαίμονος γενομένου ἡγεμόνος διὰ Οὐεργιννίου Ἰου λιανοῦ χιλιάρχουχειλιάρχου ἀπὸ Παῦνι α ἕως Μεσορὴ δεκάτης τοῦ ϛ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. μεθʼ ἕτερα, σε λίδων κ, Ἀρσινοίτου. Κουίντος Ἰούλιος Γαιανός, ἐτῶν· ὁ προγεγραμμένος εἰς ἐπίκρισιν νομοτιστου Φλαουία Πριμιγένεια δηλώσασα ἑαυτὴν βούλεσθαι παρ επιδημεῖν ἐν νομῷ ἠξίωσεν Ῥουφίλλας δέλτον προφεσσί ωνος ἐπὶ σφραγίδων ἐπὶ τοῦ τρίτου ἔτους θεοῦ Τίτου καὶ ἑαυτῆς ταβέλλαν ἐπὶ σφραγίδων ἐπὶ τοῦ ἑβδόμου ἔτους θεοῦ Ἁδριανοῦ διʼ ἧς ἡ Φλαουία Ῥουφίλλα ἐπὶ Ἁτερίου Νέπωτος ἡγεμονεύσαντος οὐινδίκταις ἠλευθέρου παιδίσκην αὐτῆς Πρειμιγένειαν καὶ τοῦ ἐπικρι νομένου δέλτον προφεσσίωνος ἐπὶ σφραγίδων ἐπὶ τοῦ πρώτου καὶ εἰκοστοῦ ἔτους θεοῦ Ἁδριανοῦ διʼ ἧς ὁ Κουίντος Ἰούλιος Γαιανὸς ἀπεγράφετο εἶναι αὐτῷ υἱὸν τὸν Κουίντον Ἰούλιον Γαιανὸν ἐκ τῆς Φλαουίας Πριμιγενείας. ἐδήλωσεν δὲ εἶναι αὐτῷ θυγατέρα Ἰουλίαν Γαιανὴν ἧς καὶ παρέθετο δέλτον προφεσσίωνος ἐπὶ σφραγίδων ἐπὶ τοῦ ἑξῆς δευτέρου καὶ εἰκοστοῦ ἔτους. ἔδωκεν καὶ γνω στῆρας Οὐαλέριον Βερνικιανόν, Φλάουιον Ἰουλια νόν, Πετρώνιον Κέλερα συνχειρογραφοῦντας αὐτῇ μηδενὶ ἀλλοτρίωι κεχρῆσθαι. καὶ τῆς Οὐεργιννίου Ἰου λιανοῦ χιλιάρχουχειλιάρχου σημειώσεωςσημιώσεως ἐπὶ τοῦ προκειμένου ὀνόματος Κουίντου Ἰουλίου Γαιανοῦ ἑπτὰ ἀσήμου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.