no image
DDbDP-text
Letter from Hierokles to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 796.
Each record below describes this same ancient text from a different angle.
Ἱεροκλῆς Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι καὶ ἐν τοῖς λοιποῖς ἀπαλλάσσεις κατὰ νοῦν, εὖ ἂν ἔχοι· ὑγιαίνω δὲ καὶ αὐτὸς καὶ Ἐφάρμοστος. ἀπέσταλκεν Καλλικῶν παῖδαπαιδς εἰς Ἡρακλέους πόλιν ὥστε καταγαγεῖν τι αὐτῶι, ὧι ὄνομα Ὀνήσιμος. ἠξίωσεν οὖν καὶ Πτολεμαῖος παρελθεῖν αὐτὸν πρὸς σέ. σὺ οὖν καλῶς ἂν ποιήσαις πριάμενος ἱμάτιον καὶ ἄλλο θερινὸν χιτῶνα Πτολεμαίωι καὶ δοὺς τῶι παιδὶ ὅπως ἂν καταγάγηι, ἐπειδὴ σὺ μακρότερονμακροτεραν ποιεῖς, Πτολεμαίωι δὲ τυγχάνει χρέα οὖσα· ἀκούων γὰρ ἄνω εὔωνα εἶναι οὐκ ἠγόρακεν ἐνθένδε. ἔρρωσο. ἔτους λ, Πανήμου ιβ, Ἐπεὶφ β. Ἱεροκλῆς κτήσιος. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.