no image
DDbDP-text
Letter from Hierokles to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 719.
Each record below describes this same ancient text from a different angle.
Ἱεροκλῆς Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι καὶ ἐν τοῖς ἄλλοις ἀπαλλάσσεις κατὰ νοῦν, καλῶς ἂν ἔχοι· ὑγιαίνω δὲ καὶ αὐτός. σπούδασον ἀποστεῖλαι τὸ στρωμάτιον τῶι παιδαρίωι καὶ περίστρωμα καὶ προσκεφάλαια καὶ κάδια δύο , τὸ μὲν ἓν ἐννεακότυλονἐννεακυτυλον, τὸ δὲ χοιεῖον, χρήσιμα γάρ ἐστιν, καὶ ἐγλου στρίδα, καὶ μάλιστα μὲν ἔστω τὸ δέρμα αἴγειον, εἰ δὲ μή, μόσχειον λεπτόν. ἔγραψας δέ μοι θαυμάζειν εἰ μὴ παρακολουθῶ ὅτι τούτοις πᾶσι τέλος ἀκολουθεῖ. συνίημι καὶ αὐτός, ἀλλὰ σὺ ἱκανὸς εἶ διοι κῆσαι καὶ ἀποστεῖλαιαποστειληι ὡς ἀσφαλέστατα. ἔρρωσο. Ἱεροκλῆς περὶ στρωματίου. ἔτους κθ, Ξανδικοῦ β. ἐνἐμ Μέμφει. ΖήνωνιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.