no image
DDbDP-text
Letter from Hierokles to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 718.
Each record below describes this same ancient text from a different angle.
Ἱεροκλῆς Ζήνωνι χαίρειν. εἰ ἔρρωσαι, ἔχοι ἂν καλῶς· ὑγιαίνομεν δὲ καὶ ἡμεῖς. ἔγραψάς μοι περὶ Πύρρου, εἰ μὲν ἀκριβῶςἀκρειβῶς ἐπιστάμεθα, ἀλείφειν αὐτόν, εἰ δὲ μήμέ, μὴ συνβῆι ἀνήλω μά τε μάταιον προσπεσεῖν καὶ ἀπὸ τῶν γραμμάτων ἀποσπαθῆναιἀποσσπαθῆναι. περὶ μὲν οὖν τοῦ με ἐπίστασθαιἐπίσστασθαι οἱ θεοὶ μάλιστʼ ἂν εἰδείησανεἰδέησαν, Πτολεμαίωι δὲ φαίνεται, ὅσα κατʼ ἄνθρωπον, ὅτι τῶν νῦν ἀλειφομένωνἀλιφομένων, οἳ προειλήφασιν χρόνον πολύν, πολὺ κρείττων π καὶ σφόδρα ὀλίγου χρόνου πολὺ ὑπερέξει αὐτῶν· προσπορεύεται δὲ καὶ πρὸς ταῦτα καὶ πρὸς τὰ λοιπὰ μαθήματα· σὺν δὲ θεοῖς εἰπεῖν, ἐλπίζω σε στεφανωθήσεσθαι. ἀπόστειλον δὲ αὐτῶι ἐγλουστρίδα ὅτι τάχος, καὶ μάλιστα μὲν ἔστω τὸ δέρμα αἴγειοναἴγεοναἴγειον, εἰ δὲ μήμέ, μόσχειον λεπτόν, καὶ χιτῶνα καὶ ἱμάτιον καὶ τὸ στρωμάτιον καὶ περίστρωμα καὶ προσκεφάλαια καὶ τὸ μέλι. ἔγραψας δέ μοι θαυμάζεις εἰ μὴ κατέχω ὅτι τούτοις πᾶσι τέλος ἀκολουθεῖ. ἐπίσταμαι, ἀλλὰ σὺ ἱκανὸςεἱκανὸς εἶ διοικῶν ἵνα ἀποσταλῆι ὡς ἀσφαλέστατα. Ἱεροκλῆς περὶ Πύρρου. ἔτους κθ, Ξανδικοῦ γ, ἐνἐμ Μέμφει. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.