no image
DDbDP-text
Letter from Sisouchos to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 985.
Each record below describes this same ancient text from a different angle.
Σισοῦχος Ζήνωνι χαίρειν. καὶ πρότερον γεγραφηκὼς περὶ Πτολεμαίου τοῦ υἱοῦ ὅπως ἂν ἐπιστείληις τοῖς περὶ Ἑρμάφιλον καὶ Πύθωνα τὸν τραπεζίτην κατατάξαι αὐτὸν πρὸς γράμμασιν, αὐτὸν δὲ τὸν Πτολεμαῖον ἀπέσταλκα πρὸς σέ. ἐὰν οὖν σοι φαίνηται, καλῶς ποιήσεις γράψας οἷς ἂν σὺ δοκιμάζηις, ἵνα κατα ταγῆι πρὸς γράμμασιν ἑτέρῳ δὲ μηθενὶ μέρει προσαχθῆι, ὀψώνιον δὲ τὸ καλῶς ἔχον λαμβάνηι. ἔρρωσο. ἔτους λθ, Χοίαχ ι. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.