no image
DDbDP-text
Letter from Timotheos to Zenon via HGV-meta
Linked by Trismegistos ID
TM 916.
Each record below describes this same ancient text from a different angle.
Τιμόθεος Ζήνωνι χαίρειν. ἀποδεδωκότων ἡμῶν Πύθωνι τὴν παρὰ σοῦ ἐπιστολὴν περὶ τῶν Α δραχμῶν ὧν ἔγραψας αὐτῶι κατατάξαι ὑπὲρ ἡμῶν, ἔφη σε προελεῖν α καλῶς οὖν ποιήσεις ἐπιστείλας αὐτῶι φιλοτιμότερον γράψαι Θεοδώρωι τῶι φορολόγωι προσδέξασθαι ἡμῖν. τοῦτο μὲν οὖν ποιήσας ἔσει ἡμῖν βεβοιηθηκὼς εἰς τὰ μάλιστα. περὶ δὲ τοῦ ἀπεστάλκαμεν Διονύσιον τὸν υἱὸν πρὸς σὲ ὅπως ἂν παρὰ σοῦ παραλάβηι. ἔρρωσο. ἔτους λε, Παῦνι κζ. Ζήνωνι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.