no image
DDbDP-text
Mutuo di danaro via HGV-meta
Linked by Trismegistos ID
TM 17181.
Each record below describes this same ancient text from a different angle.
Πανεδβεῦις ὡς ἐτῶν κε Ἀπόλλων ὡς ἐτῶν λε Ἱππόδρομος Σεύθου σεσημείωμαι ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ κε Πανεδβεῦις Πεκύσιος μητρὸς Τα καὶ Ἀπόλλων Ἡρακλείου μητρὸς ἀπὸ κώμης Φῦς ἀλλήλων ἔγγυοι εἰς ἔκτει σιν, ὁμολογοῦμενὁμολογοῦμεν ἔχειν τὸ δάνειον παρὰ Νεμεσιανοῦ υἱοῦ Νεμεσιανοῦ γεγυ μνασιαρχηκότος καὶ προαρχιερατεύσαντος Ἡρακλέους πόλεως, ἀργυρίου σεβαστοῦ νομίσμ ατος κεφαλαίου δραχμὰς ἑκατόν, γίνονται δραχμαὶ ρ, τόκου δραχμιαίου τῆς μνᾶς κατὰ μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσομέν σοι τῶι μηνὶ Ἁθὺρ τοῦ εἰσιόντοςἰσιόντος κε ἔτους Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀνυπερθέτως, τῆς πράξεως οὔσης σοι καὶ τοῖς παρά σου ἔκ τε ἡμῶν τῶν δύο ἐξ ἑ νὸς ὁποτέρου ἡμῶν οὗ ἐὰν αἱρῇ τὴν πρᾶ ξιν ποιήσασθαι, καὶ ἐκ τῶν ὑπαρχόν των ἡμῖνἡμεῖν παντοίων πάντων πράσ σοντι καθάπερ ἐκ δίκης. τὸ δάνειον ἑξαμάρ τυρον κύριον. Ἱππόδρομος α ο ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων Πανεδβεύεως καὶ ἈπόλλονοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.