no image
DDbDP-text
Loan of money via HGV-meta
Linked by Trismegistos ID
TM 140731.
Each record below describes this same ancient text from a different angle.
ἔτους κβ Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Σεβαστοῦ Παῦνι ιη. τάδε τεθείκασι Μεσο βεῖται Τιθοῆς Ψεναμούνιος Ψάιτος μητρὸς Τασήχθιος ὡς ἐτῶν με οὐλὴ ὑπὸ γόνατι ἀριστερῷ καὶ Ταλαεῖς Ὥρου Πατχάλμιος μητρὸς Ταψάιτος ὡς ἐτῶν μ οὐλἠ κνή μῃ δεξιᾷ γυνὴ αὐτοῦ, ἀλλήλων ἔγγυοιἔνγυοι εἰς ἔκτισιν ὁμοφωνοῦντες Μεσοβείτῃ Τιθοεῖ Βήκιος Ψάιτος μητρὸς Τβήκιος· ὀφείλομενὀφείλωμέν σοι ἀργυρίου δραχμὰς ἑκατὸν τεσσεράκοντα, γίνονται δραχμαὶ ρμ, ἃς καὶ ἀποδώσομενἀποδώ σωμέν σοι τῷ εἰσιόντιἰσιόντι κγ ἔτει Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Παῦνι ιη ἀνυπερθέτως· ἐὰν δὲ μή σε πληρώσομενπληρώσωμεν τῇ προκειμένῃ προθεσμιᾳ τοκοφορήσωμέν σοι τοῦ ὑπερπεσόντος χρόνου τὸν δραχμιαῖον τόκον καί ἐξέσται σοι πληροῦσ θαι ἐξ ὧν ἔχομενἔχωμεν πάντων καὶ ὧν ἐὰν ἐ πικτησώμεθα, μηδὲ πωλεῖν ὑποτίθεσθαι ἕως πρότερόν σε πληρώσομενπληρώσωμεν. Ἁρποκρᾶς συν αλλαγματογράφος Μεσοβη κεχρημάτικα διὰ αθου τοῦ καὶ Φιλή του γραμματέως Τιθοῆς Ψεναμούνιος Ψάιτος καὶ ΤαλαεῖςΤαλαέως Ὥρου γυνὴ αὐτοῦ μετὰ κυρίου αὐτῆς Τιθοέους οἱ προγεγραμμένοι Τιθοεῖ Βήκιος· τεθεί μεθά σοι τὸ προκείμενον δάνειον τῶν τοῦ ἀργυρίου δραχμῶν ἑκατὸν τεσσα ράκοντα ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτῶν Ἐπάγαθος ἀπελεύθερος Κατηνου ἐρωτηθείς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.