no image
DDbDP-text
Annulliertes Cheirographon über ein Darlehen via HGV-meta
Linked by Trismegistos ID
TM 381907.
Each record below describes this same ancient text from a different angle.
ρσ ιοκ ειπ ουλει π χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἐν χρήσει ἀργυρίου δραχμὰς διακοσίας, γίνονται δραχμαὶ σ, τόκου ὡς ἐκ δραχμῆς μιᾶς τῇ μνᾷ κατὰ μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσω ἐν μηνὶ τοῦ ἐνεστῶτος δεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, γινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. τὸ χειρόγραφον κύριον ἔστω ὡς ἐν δημοσίῳ κατακεχωρισμένον. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μιᾷ καὶ εἰκάδιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.