no image
DDbDP-text
Receipt for a Money Loan via HGV-meta
Linked by Trismegistos ID
TM 16771.
Each record below describes this same ancient text from a different angle.
ὁ δεῖνα τοῦ δεῖνος καὶ ὡς χρηματίζω Θεοδώρῳ του δεῖνος, τῷ καὶ Ἐπιφανείῳ χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ χρῆσιν ἔντοκον τόκων τετρωβο λείων τῇ μνᾷ κατὰ μῆνα ἕκαστον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου κε φαλαίου δραχμὰς , γίνονται δραχμὰς ϛ ἀριθμοῦ, ἃς καὶ ἀποδώσω σοι μέχρι τῆς τριακάδος τοῦ ἐνεστῶτος μηνὸς Παχὼν ἄνευ πάσης ὑπερθέσεως, τῆς πράξεως οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρ χόντων μοι πάντων παντοίων καθάπερ ἐγ δίκης. ἔτους τρίτου Αὐτοκράτο ρος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ καὶ Αὐτοκρά τορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Παχὼν εἰκάδι τὸ δὲ χειρόγραφον τοῦτο δισσὸν γραφὲν ὑπʼ ἐμοῦ κύριον ἔστω παντὶ τῷ ἐπιφέροντι πανταχῇ ἐπιφερόμενον καὶ ἔστιν καθαρὸν ἀπὸ ἀλείφατος καὶ ἐπιγραφῆς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.