no image
DDbDP-text
Darlehen eines Neurömers via HGV-meta
Linked by Trismegistos ID
TM 140211.
Each record below describes this same ancient text from a different angle.
Μάρκος Αὐρήλιος Διονύσιος – ὡς δὲ πρὶν ἢ λαβεῖν τὴν Ῥωμαίων πολιτείανπολειτείαν Διο νύσιος Ἀλεξάνδρου τοῦ Ἀλεξάνδρου ἈρχιστράτειοςἈρχιστράτιος ὁ καὶ Ἀλθαιεύς – Μάρκῳ Αὐρηλίῳ Ἱερακίωνι τῷ καὶ Ἀφροδισίῳ ὡς χρηματίζει χαίρειν. ὁμολογῶ εἰληφέναι παρὰ σοῦ δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ἑκατὸν πλή ρης ἀριθμοῦ κεφαλαίου τόκων δραχμιαίων τῆς μνᾶς κατὰ μῆνα ἕκαστον, ἃς καὶ ἐπάναγκον ἀποδώ σω σοι ἐν μησὶν τρισὶν ἀπὸ τοῦ εἰσιόντος μηνὸς Φαρμοῦθι ἀνυ περθέτως, γιγνομένηςγεινομένης σοι τῆς πράξεως ἔκ τ’ ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. τὸ δὲ χειρόγρα φον τοῦτο μοναχόν σοι ἐξεδόμην ἐπὶ ὑπογραφῆς μου, ὃ καὶ κύριον ἔστω ὡς ἐν δημοσίῳ κατακε χωρισμένον. περὶ δὲ τοῦ ταῦ τα οὕτως ὀρθῶς καὶ καλῶς γενέ σθαι ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου ἈντωνίνουἈντωνείνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ, Φαμενὼθ α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.