no image
DDbDP-text
Δάνειον χρημάτων via HGV-meta
Linked by Trismegistos ID
TM 10128.
Each record below describes this same ancient text from a different angle.
ἀντίγραφον ὁμολογίας δανείου. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου μηνὸς Περιτίου ἐν τῆς μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Ὄννωφρις ὡς ἐτῶν οὐλὴ Γαΐῳ Λογγίνῳ Ἀκύλᾳ ὡς ἐτῶν οὐλὴ ἔχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς εἰς χρῆσιν, τόκου δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον, τὴν δὲ τούτων ἀπόδοσιν ἐπάναγκον ποιησάσθω ὁ ὁμολογῶν Ὄννωφρις τῷ Γαίῳ Λογ γίνῳ Ἀκύλᾳ ἐν μηνὶ Ἁθὺρ τοῦ εἰσιόντος ὀγδόου ἔτους Αὐρηλίου Καίσαρος τοῦ κυρίου. ἐὰν δὲ μὴ ἀποδῷ, ἀποτει σάτω παραχρῆμα με θʼ ἡμιολίας καὶ τόκων, γεινομένης τῷ Γαΐῳ Λογγίνῳ Ἀκύλᾳ τῆς πρά ξεως ἔκ τε τοῦ ὁμολο γοῦντος Ὀννώφριος καὶ τῶν ὑπαρχόντων αὐτοῦ πάντων καθάπερ ἐξ ἐκδι κίας. ὑπογραφεὺςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.