no image
DDbDP-text
Διονυσία Θέωνι τῷ κυρίωι χαίρειν καὶ ἐρρῶσθαι, ἔρρωμαι δὲ καὶ αὐτή, σοῦ τὴν ἀρίστην μνείανμνήαν ἐπὶ παντὸς ἀγαθοῦ ποιουμένη οὐ διαλείπω. εὔχομαι δὲ τοῖς θεοῖς, ἵνʼ ὑγιαίνοντά σε ὑποδέξωμαι κατὰ πολλοὺς τρόπους, ὅτι καὶ ἐκ πολεμίων ἡμᾶς εἴρυσαιἔρυσαι καὶ πάλι εἰς πολεμίους ἡμᾶς ἀφεὶς ἀπελήλυθας. γείνωσκε οὖν, καθὼς ἐπέταξας ἐκφέρειν καὶ πωλεῖν τὰ περισσὰ ἐξενεγκάσηςἐξενεκκάσης μου τὸ ἐγκοίμητρονἐκκοίμητρον ἐπειλῆμφθαι Νέωνα αὐτοῦ ἐν τῇ ἀγορᾷ καὶ ὕβριν οὐ τὴν τυχοῦσαν ποιησάμενος περιείλετο αὐτό. ἐκρίθη οὖν μοι, καθότι εἶχον δίκαια σοῦ ἀπόντος μᾶλλον ἢ παρόντος ἐντυχεῖν τῷ ἐπὶ τῆς πόλεως. ὅτε δέ μοι συγκατέστησυκκατέστη διαθείς με τὰ πάνδεινα, συνεκρίθη κατασφραγισθῆναι αὐτὸ καὶ κεῖσθαι ἐν τῷ ἀρχείῳἀρχέῳ, ἕως ὅτου παραγένῃ· ἔλεγε γὰρ μήτε σὲ στρατεύεσθαι μήτʼ ἐμὲ εἶναι ἀποσκευήν. ἀναπεπλευκέναι δέ σε χάριν ἐργασίας καὶ μὴ εἶναί σε ἐνἐμ βασιλικῷβασικῷ παραγγέλματι. ἠγωνίακα δὲ οὐχ ὡς ἔτυχεν χάριν τοῦ Μαρσύαν μὲν ἀπεσταλκέναι ἐπιστολήν, σὲ δὲ μηθέν μοι γεγραφηκέναι. χαριῇ οὖν μοι ἔτιχάριν οὖν μοι ποιήσεις ἔτι καὶ νῦν ἀντιγράψας τὰ περί σε, τίνα ἐστίν, ὅπως ἀναγωνίατος ὦὠμαι, ἄν σοι φαίνηται. ἐπιμέλου δὲ σεαυτοῦσατοῦ, ἵνα ὑγιαίνοντάὑγιαίνονταί σε ἀσπάσωμαι. ἐπισκοποῦ δὲ Μαρσύαν ἐπισκοπεῖται δέ σε καὶ Ἀλίνη καὶ τὰ παιδία. κʼ Ἀμμώνειον. ἔρρωσο. ἔτους μδ, Φαῶφι ε. παρὰ πάντα δέ σοι ἐντέλλομαι μνησθῆναι, ὥς με ἐνκαταλέλοιπας μόνην ὡς τοὺς κύνας, καὶ ἐν οἷς παρεκάλεις, οὐκ ἐνέμεινας. ἔτι οὖν καὶ νῦν μνήσθητι ἡμῶν. ἀπόδος παρὰ Διονυσίας ΘέωνιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.