no image
DDbDP-text
Letter of Dionysius via HGV-meta
Linked by Trismegistos ID
TM 28370.
Each record below describes this same ancient text from a different angle.
Διονύσιος Τεθεῦτι τῆι μητρὶ χαίρειν. περὶ ὧν μοι γράφεις ἐπιστολῶνἐπιστολην πασῶν ἐκομισάμην περὶ δὲ τῶν πυρῶν τῶν πυ ρῶν ὧν σε ἀπῄτηκαν οἱ πράκτορες ὁμόλογοί εἰσι ἐμὲ δὲ ἐλελήθει διαστέλλειν τι, τὸ δὲ ναύβιον καὶ τὰ ἄλλα πάντα πλήρη διέγρα ψα. τὸ δὲ πραγμάτιον περὶ οὗ ἔγραψα Θέωνι μὴ μελέτω σοι εἰ μὴ τετέλεσται ἐπὶ μάτην δὲ τῶι τοῦ Παυσιρίωνος τοσοῦτον χρόνον προσ καρτερῶ υδε απαμι ενεθη. κόμισαι παρὰ Χαιρήμονος τοῦ κομίζοντός σοι τὸ ἐπι στόλιον ἀργυρίου δραχμὰς ἑκατὸν δέκα δύο , ἐξ ὧν δώσεις Σαραπίωνι τῶι φίλωι τῶι τοῦ Ἀπεὶ λυτρώσασά μου τὰ ἱμάτια δραχμὰς ἑκατὸν καὶ εἰς λόγον τόκου δραχμὰς ὀκτὼ καὶ σοὶ εἰς δαπάνην τῆς ἑορτῆςἱορτῆς δραχμὰς τέσσαρας . εἰ πλεῖον δέ μοι παρέκειτο πάλιν σοι ἀπεστάλκειν, καὶ τοῦτο πέμπων κέχρημαι. ἀποδοῦσα οὖν αὐτῶι ἀπολήμψῃ τὰ ἱμάτια ὑγιῆὑγῆ καὶ ἐν ἀσφαλεῖ ποιήσῃς. μὴ ἀγωνία δὲ περὶ ἡμῶν, οὐθὲν γὰρ φαῦλον περὶ ἡμᾶς ἐστιν καὶ συμφωνοῦμεν ἀλλήλοις. ἀσπάζεταί σε Θεωνᾶς. ἀσπάζου τὰ παιδία Ἀπίωνα καὶ ἀδελφὸν Ἑρματόιν, Διονυτᾶν, τοὺς περὶ Νί κην καὶ Θαισοῦν τὴν μικρὰν, τοὺς περὶ τα πάντας, Ἡρᾶν καὶ τοὺς αὐτοῦ, Λεοντᾶν τὸν ὑπερήφανον καὶ τοὺς αὐτοῦ, τοὺς περὶ Τααμόιν, Θερμουθάριον. ἔρρωσο. μηνὸς Καισαρείου κ. περὶ τούτων οὖν μοι εὐθέως μετὰ τὴν ἑορτὴν πέμψεις φάσιν εἰ τὸν χαλ κὸν ἐκομίσω καὶ εἰ ἀπέλαβες τὰ ἱμάτια. ἄσπασαι Διονυτᾶν καὶ Θέωνα. Τεθεῦτι μητρί.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.