no image
DDbDP-text
D’Elias: réparation d’un bateau via HGV-meta
Linked by Trismegistos ID
TM 39093.
Each record below describes this same ancient text from a different angle.
ἐπιστολὴν ἐδεξάμην μετὰ τοῦ ἐλθεῖν με εἰς τὴν Ἀντινόου τῇ πέμπτῃ τοῦ μηνὸς περιέχουσαν ὡς κυπαρίσσινον καὶ ἐθαύμασα ὅτι ἦλθεν ἐγγόμου εἰς ουσσαν· μετὰ τοῦ ἐμὲ πέμψαι τὸ κυπαρίσσινον οὐδὲ πάλιν ἔγραψεν ἄρτι τὸ τί πάλιν θέλει ἀλλὰ ἐκεῖνος θέλων ἀναμεῖναι εἰς τὸν οἶκον αὑτοῦ μετὰ τῶν ἀδελφῶν αὑτοῦ ων καὶ θέλοντες λογίσασθαί μοι τὰς ἡμέρας εἰς τὸ πάκτον, ἐνθυμοῦντες ὅτι· ὡς ἔτι γράφωμεν κάτω πρὸς αὐτὸν παρέρχονται εἴκοσι ἡμέραι, καὶ ὡς ἔτι ἀνέρχονται παρέρχεται ἄλλος εἶς μήν. λοιπὸν εἰς τὸ γράψαι καὶ ἀντιγράψαι παρέρχονται δύο μῆνες, καὶ ἄλλους δύο μῆνας θέλουσιν εἰς τὴν φιλοκαλίαν, ἵνα λογισθῶσιν τέσσαρες μῆνες, ὅπερ καὶ οὐ γίνεται Θεοῦ κελεύοντος· καὶ διὰ τοῦτο εἶπον αὐτῷ, ὅτε εἶπέν μοι ὅτι θέλει φιλοκαλέσαι τὸ πλοῖον, ἵνα ἐάσῃ αὐτὸ ἐγγόμου εἰς τὸν οἶκόν μου, καὶ εἰς ουσσαν τὴν χρείαν αὑτοῦ εὕρῃ εὐθέως, καὶ μὴ βραδύνῃ εἰς τὸν οἶκον αὑτοῦ· ἀλλʼ οὐκ ἠνέσχετο ἀκοῦσαί μοι προσδοκῶν μεῖναι εἰς τὸν οἶκον αὑτοῦ καὶ λογίσασθαί μοι τὰς ἡμέρας· ἵνʼ οὖν μὴ πολλὰ γράψω, τοῦ λοιποῦ οὐ πέμπω αὐτῷ κυπαρίσσινον, οὐδὲ φθάζω πέμψαι· ἀλλʼ εἰ μὲν εὑρίσκει ἀγοράσαι τὰ ἄλλα σανίδια ἅπερ θέλει, ἀγοράσῃ ὁπουδὰν εὕρῃ ἐνταῦθα ἐκ τοῦ ἐγγόμου· εἰ δὲ μὴ βάλῃ εἰς αὐτὸ τὰ ἄλλα σανίδια ἀπὸ ἀκανθῶν, καὶ ποιήσῃ αὐτὸν ἡ περίβλεπτος ὑμῶν ἀδελφότης καταπέμψαι μοι τὸ αὐτὸ πλοῖον εὐθέως πεφιλοκαλεμένον. ἔγραψα δὲ αὐτῇ προχθὲς διὰ τοῦ υἱοῦ Ἐνῶχ τοῦ στρατιώτου, καὶ ἐὰν ἐδέξατο τῷ περιβλέπτῳ μου ἀδελφῷ Παπᾷ τῷ παγάρχῳ Ἀπόλλωνος Ἄνω Ἠλίας νοτάριοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.