no image
DDbDP-text
De Helladios: le topotérète communique une circulaire de l’émir Jordanès concernant les calfats en fuite via HGV-meta
Linked by Trismegistos ID
TM 20236.
Each record below describes this same ancient text from a different angle.
ἵνα μάθῃ ἡ ἡμετέρα μεγαλοπρεπεστάτη ἀδελφότης ὡς χθές, ἥτις ἦν τετάρτη τοῦ παρόντος μηνός, ἐδεξάμην γράμματα παρὰ τοῦ δεσπότου μου τοῦ πανευφήμου δουκὸς διὰ Σεργίου τοῦ πεμφθέντος στρατιώτου χάριν τῶν φυγόντων καλαφατῶν ὡς, εἰ εὑρεθείη παρεάσαντες ἕνα καὶ μόνον, ἵνα δώσατε νομίσματα Α ὑπὲρ αὐτοῦ, καὶ κινδυνεύσατε εἰς τὴν ψυχὴν ὑμῶν. ἐάν δὲ εἰσὶν ξένοι καλαφάται εἰς τὴν παγαρχίαν ὑμῶν, καὶ τούτους κρατήσατε καὶ πέμψατε ὑπὸ ξυλομαγγάνον. ἴσον σιγελλίου πεμφθέντος μοι παρὰ τοῦ δεσπότου μου τοῦ εὐκλεεστάτου ἀμιρᾶ· ἐν ὀνόματι τοῦ Θεοῦ, Ἰορδάνης τοῖς ἅπασι παγάρχοις Θηβαίδος· ἐπειδὴ οἱ καλαφάται οἱ κάμνοντες εἰς τοὺς καράβους Βαβυλῶνος ἔφυγαν, καὶ ἐπετρέψαμεν τῷ ἡμετέρῳὑμετέρῳὑμετέρῳ τοποτηρητῇ μὴ ἐᾶσαι ἕνα καὶ μόνον καλαφάτην καὶ μὴ πέμψαιπεμψι τοῦτον πρὸς ἡμᾶςὑμᾶς, ἀλλὰ ὁ κρατῶν καλαφάτην ἢ κρύβων ἵνα δώσῃ νομίσματα Α, ἐὰν εὐπορεῖ, ἐπιτρέψαντες αὐτῷ ὑποδεῖξαι ἡμῖνὑμῖν τὸτω παρὸν σιγέλλιν· λοιπὸν ὅστιςὥσδεις οὐκ ἐκδίδῃ ἑαυτὸν καὶ πέμπει ὑμῖν ἕκαστον καλαφάτην ὄντα εἰς τὴν διοίκησιν αὐτοῦ μετὰ τὸτω θεωρῆσαι καὶ ἀναγνωσθῆναι αὐτὸν τὸ τοιοῦτο σιγέλλιν, παρεάσας ἕνα καὶ μόνον, οὐ δεχόμεθα τὴν ὑπόστασιν αὐτοῦ ἀντὶ τῆς ψυχῆς αὐτοῦ. λοιπὸν, ὡς λέλεκται, τοὺς καλαφάτας συνάξατε καὶ εἰς τὰ ἐξαλειπτικὰἐξαλεπτικὰ σκάφη ἡμῶνὑμῶν πέμψατε. καὶ πρὸς τὸτω ὑμᾶς μὴ ἀμφιβάλαι τῷ παρόντι σιγελλίῳ ἐχρησάμην. κατόπιν δὲ τῶν παρόντων μου γραμμάτων ὑπέταξα τὸ πεμφθέν μοι σιγέλλιν παρὰ τοῦ αὐτοῦ εὐκλεεστάτου ἀμιρᾶ διαδικ τῷ θεοφυλάκτῳ μου δεσπότῃ καὶ ἀδελφῷ Παπᾷ τῷ παγάρχῳ Ἀπόλλωνος Ἄνω ἙλλάδιοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.