no image
DDbDP-text
De Pésynthios: prise de garants en présence de l’évêque et du defensor civitatis via HGV-meta
Linked by Trismegistos ID
TM 39107.
Each record below describes this same ancient text from a different angle.
ομως μετὰ τοῦ ὑμᾶς πάλιν καὶ ἂνκὰν διʼ αὐτοῦ, καὶ ἂνκὰν διʼ ἄλλου τὸν κοινὸν δεσπότην τὸν εὐκλεέστατον τοποτηρητήν, ἀλλὰ συνεχῶς ἠθέλησεν· ἐδέξατοεδεξαμην γράμματα καὶ οὐδὲν παρὰ τὸ καλῶς ἔχον εξωθεν ἔγραψεν, ἀλλʼ ὡς ἔγραψέν μοι, ὅτι προσωπικὰς ἐγγύας ἵνα λάβω, ὅπως εὑρεθῇ ἐν καιρῷ τῶν δημοσίων, καὶ ὅταν εὕρω ἐς τὸ πρόσωπον, εὑρίσκω πάλιν καὶ τὰ δημόσια οὐ μόνον αὐτὸς ἀλλὰ καὶ τὴν ἐλευθέραν αὐτοῦ. δεξάμενος οὖν τὰ τοιαῦτα γράμματα, προέτεινα αὐτῷ παρουσίᾳ τοῦ ὁσιωτάτου ἐπισκόπου καὶ τοῦ λογιωτάτου ἐκδίκου καὶ τοῦ Κύρου Βασιλείου, ἵνα δώσῃ προσωπικὰς ἐγγύας καὶ ἀπέλθῃ ὁπουδὰν θέλῃθέλει πρὸς ὃ δὲ ἐκελεύσατέ μοι ἵνα συνέλθω αὐτοῖς εἴτε περὶ τῶν ὁσπιδίων εἴτε περὶ ἑκάστου πράγματος, οὐκ ἠνέσχετο ποιῆσαί μοι ἀπόκρισιν ἕως τῆς σήμερον. οἴδατε γὰρ ὅτι εἴ τι ἐκελεύσατέ μοι οὐκ ἀμφιβάλλω· ἀλλὰ καὶ συνεταξάμην ποιῆσαι, καὶ ἐὰν θέλητε πάλιν γράψαι μοι μίαν ἐπιστολὴν ἐνυπόγραφον ὅτι, ἐὰν ζητηθῶσιν ἐν καιρῷ τῶν δημοσίων, εὑρίσκω αὐτὸν καὶ τὴν ἐλευθέραν αὐτοῦ ἐνταῦθα, ἕτοιμός εἰμι τοῦτο ποιῆσαι κατὰ χρέος· καὶ πρὸς τὸ τὸν δεσπότην μου μαθεῖν ἐσήμανα γνησίως. ἀσπάζομαι τοὺς θεοφυλάκτους καὶ μεγαλοπρεπεστάτους ὑμᾶς καὶ τὸν κοινὸν ἀδελφὸν τὸν Κῦριν Ἰωάννην δεσπότηνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.