no image
DDbDP-text
Copy of a ’Homological’ Deed of Renunciation, at the Office of the Agoranomus via HGV-meta
Linked by Trismegistos ID
TM 1.
Each record below describes this same ancient text from a different angle.
ἀντίγραφον ὁμολογίας. ἔτους μϛ Μεσορὴ δ ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ὁμολογεῖ Πανερεῦς Γούνσιος Πέρσης καὶ Σενενοῦπις Φίβιος ΠερσίνηΠερσίνηι μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Πανερεῦτος τοῦ προγεγραμμένου, Πανεβχούνει καὶ Ὥρωι καὶ Φίβει καὶ Πασήμει τοῖς τέσσαρσιτεσσαρασι τῶν ἐκ Παθύρεως Πέρσαις τῶν προσ γράφων ἀφίστασθαι ἀπὸ τῶν ὑποτεθειμένων σὺν Θαΐβει Φίβιος τῆι τούτων μητρὶ κατὰ συγγραφὴν ὠνῆς ἐν πίστει διὰ τῶν περὶ τὸν ΠανεβχοῦνινΠανεβχοῦνις ἐκτελειωθεῖσαν τῶι ἔτει ἀντὶ ὀφειλημάτων, οὐκ ἐπελευσομένους τὸν Πανερέα καὶ τὴν Σενενοῦπιν περὶ ὀφειλημάτων μηδὲ περὶ ἄλλου μηδενός. ταῦτα δὲ μὴ ἐξέστωἐξέστωι Πανερεῖ καὶ Σενενούπει μὴ ἐπιπορεύεσθαι ἐπὶ τὰ ἐνέχυρα μηδενόςμιδενός. ὅς ἄν ἐπέλθηι ἢ ἄλλος τις ὑπὲρ αὐτῶν ἐπὶ τοὺς περὶ τὸν Πανεβχοῦνιν ἀποτεισάτω ἐπίτιμον παραχρῆμα χαλκοῦ τάλαντα εἴκοσι καὶ ἱερὰς τοῖς βασιλεῦσι ἀργυρίου ἐπισήμου δραχμὰς τριακοσίας . ἡ δὲ ὁμολογίαὁμολογίαι ἥδε κυρίακυρίαι ἔστωἔστωι πανταχοῦ οὗ ἂν ἐπιφέρηται. Ἄρειος ὁ παρʼ Ἡλιοδώρου κεχρημάτικα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.