no image
DDbDP-text
Teil eines Paramone (?) - Vertrags via HGV-meta
Linked by Trismegistos ID
TM 9886.
Each record below describes this same ancient text from a different angle.
ἐξουσίαν ὑμᾶς ἔχειν vestiges ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν ἁγίων ἔτους Διοκλητιανοῦ υιϛ Μεσορὴ ιϛ ιγ ἰνδικτίονος Φλαουίῳ Ἀτίᾳ τῷ εὐκλεεστάτῳ δουκὶ Ἀρκαδίας καὶ Θηβαίδος διὰ Μαγίστορος τοῦ λαμπροτάτου νοταρίου ὁ δεῖνα τῆς ἐνταῦθα οὐσίας τοῦ πρωτοσυμβούλου υἱὸς Ἀκάωνος ἀπὸ χωρίου Σέλη τοῦ Ἀρσινοίτου διὰ τοῦ δεῖνος χαίρειν. ὁμολογῶ συντεθεῖσθαί με πρὸς τὴν ὑμέτεραν εὔκλειαν ὥστε ἐπάναγκές με ἔχειν ἀποκαθαρίσαι ὑμῖν οἴνου κνίδια διακόσια, οἴνου κνίδια σ ἐν τῇ αὐτῇ οὐσίᾳ καρπῶν τῆς παρούσης τρεισκαιδεκάτης ἰνδικτίονος καὶ μὴ δύνασθαί με ἀπελθεῖν εἰς ἕτερον τόπον ἀλλὰ κοιμηθῆναί με πρὸς τὰ αὐτὰ ἀμπελικὰ ἄχρις οὗ ταῦτα ἀποτρυγῶ . εἰ δὲ μή, ἐξουσίαν ὑμᾶς ἔχειν πρὸς τὸ παριστάμενον ὑμῖν κελεῦσαι γενέσθαι χ νοSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.