no image
DDbDP-text
Ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν καὶ τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ πάντων τῶν ἁγίων. Παχὼν θ ἐνάτης ἰνδικτίωνος ἐν Ἀρσινοϊτῶν πόλει. Φλαουίῳ Θεοδωρακίῳ τῷ ἐνδοξοτάτῳ ἰλλουστρίῳ καὶ παγάρχῳ ταύτης τῆς Ἀρσινοϊτῶν πόλεως διὰ τοῦ λαμπροτάτου διοικητοῦ Αὐρήλιος σπογγοκέφαλος υἱὸς ἀπὸ χωρίου Ψινεύρεως τοῦ Ἀρσινοΐτου νομοῦ χαίρειν. Ὁμολογῶ ἑκουσίᾳ γνώμῃ ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι παρὰ τῆς ὑμετέρας ἐνδοξότητος διὰ τοῦ εἰρημένου διοικητοῦ Αὐρήλιον Ἰωάννην υἱὸν οἰκοῦντα ἐν κτήματι Κουμ ς προβάτων ἀλλὰ καὶ ἐπιζητούμενον παρὰ τῆς ὑμετέρας ἐνδοξότητος παροίσω καὶ παραδώσω αὐτὸν ἐν τῇ δημοσίᾳ φυλακῇ ταύτης τῆς πόλεωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.