no image
DDbDP-text
ὑμῖν δ διὰ τοῦ παρόντος μετρίου μου γράμματος γνησίως ποσ τὴν τοῦ θεοφυλάκτου μου δεσπότου διδασκαλίαν παρακαλῶ συνεχῶς γραφῆναί μοι τὴν εὐκταίαν αὐτοῦ ῥῶσιν. Γεωργίου δὲ τοῦ εὐδο κιμωτάτου νοταρίου τάξαντος ὡς εν τῆς διανομῆς ἀπολυθὲν παρ’ αὐτοῦ τὸ ε ᾔτησα αὐτὸν διὰ γραμμάτων καὶ ἔγραψέν μοι ὅτι οὐ δύναται ἐπειδὴ ἐκέλευσεν ὁ μεγαλοπρεπέστατος χαρτουλάριος τίποτε πέμψαι. ἔγραψα τῷ σοφωτάτῳ μου κυρίῳ τῷ μεγαλοπρεπεστάτῳ σχολαστικῷ καὶ παρεκά - λεσεν τὸν ἐνδοξότατον ἰλλούστριον καὶ ἐπε δύο ἐπιστολὰς βεβουλλωμένας τῷ δακτυλιδίῳ αὐτοῦ, μίαν πρὸς ὑμᾶς καὶ τὴν ἄλλην πρὸς Γεώργιον τὸν αὐτὸν εὐδοκιμώτατον νοτάριον καὶ ἰδοὺ τὴν πρὸς ὑμᾶς ἔπεμψα ὑμῖν διὰ τοῦ γραμματηφόρου τὸ π ἕτερον ἀσπαζόμενος ὑμᾶς. τῷ θεοφυλάκτῳ μου δεσπότῃ καὶ ἀδελφῷ καὶ διδασκάλῳ Σενουθίῳ τῷ περιβλέπτῳ κόμετι καὶ χαρτουλαρίῳ καὶ ἀνυστῇ Ἴσακος νοτάριος αὐτοῦ προσκυνητήςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.