no image
DDbDP-text
Georgios a Senouthios anystes (?). Contro l'impiego contemporaneo di due fratelli a Babylon via HGV-meta
Linked by Trismegistos ID
TM 129777.
Each record below describes this same ancient text from a different angle.
καθὼς καὶ ἄλλοτε παρεκάλεσα τοὺς θεοφυλάκτους ὑμᾶς διὰ τῶν οἰκτρῶν μου γραμμάτων χάριν τοῦ γραμματηφόρου ἀναγνώστου καὶ τὸ ἔλεος ὑμῶν κατέλαβεν αὐτὸν· καὶ πρὸ ἡμερῶν ἐκρατήθη ὁ ἀδελφὸς αὐτοῦ καὶ τὸ γαιδάριν καὶ ἐπέμφθησαν ἐν Βαβυλῶνι καὶ οὐκ ἠθέλησα ὀχλῆσαι ὑμῖν καὶ χθὲς πάλιν ἐκρατήθη ὁ ἄλλος ἀδελφὸς αὐτοῦ καὶ νομίζω δέσποτα ὡς διδάσκετε οὐκ ὤφειλον πέμψαι τοὺς δύο ὁμοῦ καὶ ἐᾶσαι τὰ ἄλογα αὐτοῦ. παρακαλῶ οὖν τοὺς θεοφυλάκτους ὑμᾶς κελεῦσαι τοῦτον ἀπολυθῆναι ἕως ὅτε ἔλθῃ ὁ ἄλλος· ἕτοιμός ἐστιν κατελθεῖν καὶ ποιῆσαι τὴν ἀλλαγὴν αὐτοῦ. τοὺς πόδας τῶν θεοφυλάκτων ὑμῶν κατασπάζομαι ἄχρι θέας vestiges τὰ πάντα τιμῆς ἀξίῳ σε νοταρίῳ καὶ χαρτουλαρίῳ ΓεώργιοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.