no image
DDbDP-text
Letter to an Official via HGV-meta
Linked by Trismegistos ID
TM 37849.
Each record below describes this same ancient text from a different angle.
παρὰ τὰ γράμματα τῆς ὑμῶν ἀδελφότητος ἐδεξάμην, καὶ πρὸ τοῦ διακομίσασθαί με ταῦτα ἔγραψα αὐτῇ τὰ περὶ τῆς γεωμετρίαςγεομετρίας ὥστε ὑμᾶς ἀπελθεῖν μετὰ τῶν θαυμασιωτάτων γραμματέων. καὶ νῦν οὖν γράφω ὑμῖν σπουδάσαι τοῖς ζῴοις καὶ τοῖς γεωργοῖς καὶ τῷ γεουχικῷ λόγῳ καὶ γεωμετρηθῆναιγεομετρηθῆναι τὰ ἄβροχα καὶ τὰ ἄσπορα. ἔγραψα δὲ καὶ τῷ κυρίῳ Παμουθίῳ περὶ τούτου. μὰ τὴν δὲ δύναμιν τοῦ θεοῦ οὕτως εἰμὶ ὡς εἰς κρίβανον μένων ἐνταῦθα μίαν ὥραν, ἀλλʼ ἐπειδὴ ἐν πολλῇ ἐστιν διαστροφῇ καὶ τέως οὐ συνεχωρήθην ἐξελθεῖν τούτου χάριν ἕως ἄρτι οὐ κατέλαβον. τὰ δὲ ζῷα πρὸ ἄλλων γ ἡμερῶν ἐπεμψάμην κατασχὼν ἐνταῦθα εἰ μὴ ἓν μόνον. πολλὰ ὑμᾶς προσαγορεύω καὶ τὴν γλυκυτάτην μου ἀδελφὴν καὶ τὰ γλυκύτατα παιδία.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.