no image
DDbDP-text
Notification de la victoire d'un trompette via HGV-meta
Linked by Trismegistos ID
TM 18719.
Each record below describes this same ancient text from a different angle.
ἐπενέχθη ὑπὸ Ὡρίωνος σαλπιγκτοῦ νίων ὁ καὶ Ἀντίμαχος ἐξηγητὴς τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων βουλευτὴς ἀρχελληνοδίκης τῆς πρώτης Ὀλυμπιάδος περὶ τοῦ πρῶτον ἀχθέντος ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ μουσικοῦ γυμνικοῦ Ὀλυμπικοῦ ἀγῶνος Ἑρμουπόλει τῇ μεγάλῃ ἀρχαίᾳ καὶ σεμνοτάτῃ καὶ λαμπροτάτῃ καὶ τοῖς αὐτῆς ἄρχουσι βουλῇ δήμῳ χαίρειν· ἐπεὶ Μᾶρκος Αὐρήλιος Ὡρίων ἐνδόξως καὶ ἐναρέτως νικήσας τὸ τῶν σαλπιγκτῶν ἀγώνισμα καὶ ἀφʼ ἑσπέρας διηνεκὲς εἰς τέλος τῆς πρώτης καὶ τῆς δευτέρας νυκτὸς διαρκέσας κατὰ τὸν τῶν ἀγωνιστῶν νόμον καὶ ἀναδησάμενος τὸν στέφανον τῆς πρώτης Ὀλυμπιάδος τοῦ ἀγῶνος τοῦ δωρηθέντος ἡμῖν ὑπὸ τῆς θείας μεγαλοδωρίαςμεγαλοδωρείας τοῦ κυρίου ἡμῶν Γαλλιηνοῦ Σεβαστοῦ ἀνεκήρυξεν τὸν κύριον ἡμῶν Γαλλι ηνὸν Σεβαστὸν καὶ Κορνηλίαν Σαλωνῖναν Σεβαστήν, ἀκολούθως τοῖς διηγορευμένοις πάντα τὰ ἐπὶ τῇ Ὀλυμπικῇ νίκῃ ὀφειλόμενα ἀποπληρῶσαι ἐπιστέλλομεν ὑμῖν ἐρρῶσθαι ὑμᾶς εὔχομαι φίλτατοι ἀδελφοί ἔτους ιε Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικκινίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παῦνι εSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.