no image
DDbDP-text
Proposition d'achat d'une maison appartenant à la ville via HGV-meta
Linked by Trismegistos ID
TM 22999.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Νεμεσιανὸς Κρατίστου τῇ κρατίστῃ βουλῇ Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμ πρᾶς καὶ σεμνοτάτης διὰ Μάρκου Αὐρηλίου Κορελλίου Ἀλεξάνδρου ἱππικοῦ ἀπὸ στρατιῶν γυμνα σιάρχου βουλευτοῦ ἐνάρχου πρυτάνεως τῆς αὐτῆς πόλεως τοῖς φιλτάτοις χαίρειν· βούλομαι ὠνήσασθαι ἀπὸ πολιτικοῦ λόγου οἰκίαν καὶ τὰ περὶ αὐτὴν οἰκόπεδα καὶ ψιλοὺς τόπους ἐν οἷς κοπρίαι τὰ πάντα ὄντα ἐν συμπτώσει καὶ ἐν ἀ χρησίμῳ νῦν διαθέσειδιαθέσι καλούμενα πρότερον Ὅ πλωνος ἐν Ἑρμουπόλει ἐπʼ ἀμφόδου πόλεως ἀπηλιώτου ὑπὸ στοὰν νοτίνην τῆς ἈντινοιτικῆςἈντινο ειτικῆς πλατείας ἀφʼ ὧν οὐδὲν περιγίνεται τῷ πολιτικῷ λόγῳ διὰ τὸ ἐξ ὁλοκλήρου βεβλά φθαι ἐν τοῖς πρόσθεν συμβεβηκόσι κατὰ τὴν πόλινπόλειν ἀπευκταίοις ταράχοις· ὧν γεί τονες νότου Δομιτιανοῦ πλατεία διʼ ἧς εἴσοδος καὶ ἔξοδος· βορρᾶ Ἀντινοιτικὴ πλατεία διʼ ἧς ὁμοίως εἴσοδος καὶ ἔξοδος· ἀπηλιώτου Ἑρμοῦ παστοφόρου καὶ μετό χων· λιβὸς Κλαυδίου Δικαιάρχου ἄρξαν τος τῆς λαμπρᾶς Ἀντινοουπόλεως, προσ βληθέντα τῇ πόλει ἀκολούθως τοῖς κελευ σθεῖσι ὑπὸ τοῦ τῆς διασημοτάτης μνήμης Κλαυδίου Θεοδώρου τιμῆς ἀργυρίου δρα χμῶν δισχιλίωνδισχειλίων γίνονται ἀργυρίου δραχμαὶ Β ἅσπερ κυρωθεὶς διαγράψω τῷ πολιτικῷ λόγῳ· μενεῖμενῖ δέ μοι καὶ ἐγγόνοις καὶ τοῖς παρʼ ἐμοῦ μεταπαραλημψομένοις ἡ τούτων κράτησις καὶ κυρία βεβαία, τῆς πόλεώς μοι βεβαιού σης διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν· ἐὰν δὲ μὴ κυρωθῶ οὐκ ἐνσχεθήσομαι τῇδε τῇ αἱρέσειαἱρέσι· ἐρρῶσθαι ὑμᾶς εὔχομαι τιμιώτατοι· ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Περσικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ ιϛSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.