no image
DDbDP-text
Lettre du Conseil à un agoranome sur les revenus provenant de l'agora via HGV-meta
Linked by Trismegistos ID
TM 22993.
Each record below describes this same ancient text from a different angle.
Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαί ας σεμνοτάτης καὶ λαμπροτά της ἡ κρατίστη βουλὴ Αὐρηλίῳ Δημητρίῳ τῷ καὶ Φιλοθ ἀγο ρανόμῳ βουλευτῇ τῷ φιλτάτῳ χαίρειν. ἡ πολιτικὴ ἀγορὰ καὶ πρὸς κό σμον τῆς πόλεως ἄριστον οἰκοδό μημα καὶ πρὸς ὠφέλειαν οὐκ ὀ λίγα συμβάλλεται προσοδεύου σα ἀπὸ τῶν μισθουμένων τοὺς ἐν αὐτῇ τόπους ης σὺν ἐρευνητῇ τνεεχει ἁρμόζει γὰρ ἐπικοσμεῖν τὰ δημόσια οἰκοδομήματα, καταχω ριεῖς δὲ λόγους εἴς τε τὸ πολιτικὸν λογιστήριον καὶ οἷς προσήκει, λόγου φυλασσομένου τῇ πόλει καὶ τῇ βουλῇ περὶ οὗ ἔχουσι παντὸς δικαίου· διευτύχει. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κλαυδίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοιὰκ λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.