no image
DDbDP-text
Διοδώρα Ἀσκληπιάδου Πελλαία μετὰ κυρίου τοῦ αὐτῆς υἱοῦ Δημητρίου τοῦ Σατύρου Ἀλεξανδρέως τῆς ἐπιγο νῆς τῶν οὔπω ἐπηγμένων εἰς δῆμον Περσείδην ὁμολογεῖ ἐκκεχωρηκέναι Ἀσκληπιάδηι τῶι Ἀσκληπι άδου Πελλαίωι τῆς ἐπιγονῆς μετʼ ἐπιτρόπου Δημη τρίου τοῦ Ἀσκληπιάδου Πελλαίου τῆς ἐπιγονῆς οἰκί ας καὶ αὐλῆς καὶ τῶν συνκυρόντων ἅ εἰσιν ἐν Λυσιμα χίδι τῆς Πολέμωνος μερίδος, ἃ κατέλιπεν τελευτῶν Ἀσκληπιάδηι ὁ Διοδώρας ἀδελφὸς φιλοφ πάντα χρόνον. συγγραφοφύλαξ Κράτης Διονυσοδώρου Φιλαδέλφειος τῶν Στωνος ξεναγὸς κληροῦχος. ἦν Διοδώρα ὡς ἐτῶν μϛ εὐμεγέθης λευκόχρως στρογγυλοπρόσωπος οὐλὴ μέσωι μετώπωι ὑπὸ τρίχα φακὸς ἐπὶ μήλωι δεξιῶι. Δημήτριος ὡς ἐτῶν κ μέσος μελίχρως εὐθύρριν οὐλὴ ὑπὸ γένειον. Ἀσκληπιάδης ὡς ἐτῶν ι μελίχρως στρογγυλοπρόσωπος. Δημήτριος ὡς ἐτῶν ν εὐμεγέθης μελάγχρως οὐλὴ ὑπʼ ὀφρῦν ἀριστερὰν φακὸς παρὰ παρὰ τράχηλον ἐξ ἀριστερῶν. Κράτης ὡς ἐτῶν π μέσος μελίχρως οὐλὴ μετώ πωι ἐκἐγ δεξιῶν. ἐγράφη ἔτους ιϛ Ὑπερβερεταίου. γίνεται γ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.