no image
DDbDP-text
Vertrag mit einem Musikanten via HGV-meta
Linked by Trismegistos ID
TM 17717.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Λικινίου Σεβαστοῦ τὸ ϛ καὶ Λικινίου τοῦ ἐπιφανεστάτου Καίσαρος τὸ β. Αὐρηλίῳ Ἀδελφίῳ γυμνασιάρχῳ βουλευτῇ Ἑρμοῦ πόλεως Αὐρήλιος Ψυις Κολλούθου μητρὸς Μελιτί νης αὐλητὴς ἀπὸ Ἑρμοῦ πόλεως χαίρειν. ὁμολογῶ συντεθεῖσθαισυντετῖσθαι καὶ συμπεπεῖσθαισυνπεπῖσθαι πρὸς σὲ τὸν γεοῦχον ὥστε με ἀπαντήσεινἀπαντήσιν πρὸς κώμην ριν καὶ τρύγας τῶν ὄντων ἐκεῖ ἀμπελικῶν χωρίων μετὰ τῶν συντεταγμένων ληνοβατῶν καὶ ἀμέμπτως ὑπηρετήσασθαι τοῖς ληνοβάταις καὶ τοῖς ἄλλοις ἐν τῇ αὐλήσει καὶ μὴ ἀπολειφθῆναι τῶν ληνο βατῶν μέχρι λήξεως αὐτῆς τῆς τρύγης τῆς προσαγούσης τρύγης εὐτυχοῦς δεκάτης ἰνδικτίωνος, ἐπὶ δὲ τῇ αὐλήσει καὶ τῇ τέρψει λήμψομαι τὰ ἑσταμένα παρὰ τῶν ὑπευ θύνων. τὸ σύμφωνον κύριον ὃ καὶ μοναχῶς ἐξεδόμην καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῆς προκειμένης, Χοιὰκ κδ. Αὐρήλιος Ψυις ἀποπληρώσω τὰ γεγραμμένα ὡς πρόκειται. Αὐρήλιος Πινουτίων βοηθὸς Ἀνικήτου ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. συμφων ληSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.