no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 9069.
Each record below describes this same ancient text from a different angle.
ἐξ ὑπομνηματισμῶν Οὐλπίου Σερηνιανοῦ τοῦ κρα τίστου ἀρχιερέως. ἔτους ια Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Τῦβι κη. ἐν Μέμφει. ἠσπάσατο τὸν λαμπρότατον ἡγεμόνα καὶ μετὰ ταῦτα πρὸς τῷ Ἀπείῳ Πανεφρέμμειπανεφρεμμεως Στοτοήτιος ἀνθʼ οὗ Σατα βοῦτος πρεσβυτέρου ἱερέως προσαγαγόντος υἱὸν ἑαυτοῦ Πανεφρέμμιν καὶ ἀξιώσαντος ἐπιτρα πῆναι περιτεμεῖν αὐτὸν ἀναδόντος τε τὴν περὶ αὐ τοῦ γραφεῖσαν ἐπιστολὴν ὑπὸ Σαραπίωνος στρατηγοῦ Ἀρσινοείτου Ἡρακλείδου μερίδος διὰ Ἀλεξάνδρου γυμνασιαρχήσαντος, κεχρονισμένην εἰς τὸ διε ληλυθὸς ι ἔτος Φαῶφι ϛ Σερηνιανὸς ἐπύθετο τῶν παρόντων κορυφαίων καὶ ὑποκορυφαίων καὶ ἱερογραμματέων, εἰ σημεῖον ἔχοι ὁ παῖς. εἰπόντων ἄσημον αὐτὸν εἶναι Οὔλπιος Σερηνιανὸς ἀρχιερεὺς καὶ ἐπὶ τῶν ἱερῶν σημειωσάμενος τὴν ἐπιστολὴν ἐκέλευσεν τὸν παῖδα περιτμηθῆναι κατὰ τὸ ἔθος. ἀνέγνων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.