no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 9124.
Each record below describes this same ancient text from a different angle.
ἔτους κϛ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Θὼθ κα. Πακῦσις Στοτοῆτος νεωτέρου τοῦ Στοτοήτεως ἱερεὺς προσ αγαγὼν τὸν υἱὸν ἑαυτοῦ Ὧρον ἐκ μητρὸς Φαυῆτος ἀπὸ τῆς Ἡρακλείδου μερίδος τοῦ ἈρσινοίτουἈρσινοείτου, ἀξιῶν ἐπιτρα πῆναι αὐτῷ περιτμηθῆναι τὸν υἱὸν αὐτοῦ διὰ τὸ παρα τεθεῖσθαι τὰς τοῦ γένους ἀποδείξειςἀποδείξις τῷ τοῦ νομοῦ βασιλικῷ διαδεχομένῳ τὴν στρατηγίαν καὶ ἀναδοὺς τὴν περὶ αὐτοῦ γραφεῖσανγραφῖσαν ἐπιστολήν, Ἰουλιανὸς ἐπύθετο τῶν ἱερογραμματέων, εἴ τι σημεῖ ονσημῖον ἔχει ὁ παῖς. εἰπόντων ἄσημον αὐτὸν εἶναι Σάλουιος Ἰου λιανὸς ἀρχιερεὺς καὶ ἐπὶ τῶν ἱερῶν παρασημειωσάμενοςπαρασημιωσάμενος τὴν ἐπιστολὴν ἐκέλευσεν τὸν παῖδα περιτμηθῆναι κατὰ τὸ ἔθος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.