no image
DDbDP-text
Θεότιμος Εὔφρονος ὄμνυμι βασιλέα Πτολεμαῖον τὸν ἐκ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Φιλοπατόρων καὶ θεοὺς Φιλοπάτορας καὶ θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Εὐεργέτας καὶ θεοὺς Σωτῆρας καὶ τὸν Σαρᾶπιν καὶ τὴν Ἶσιν καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας ταύτην τὴν ὑποθήκην ἣν ὑποτέθεικα πρὸς τάλαντα δύο εἶναι ἐμὴν καθαρὰν καὶ μὴ ὑποκεῖσθαι πρὸς ἄλλο μηθὲν ἀλλʼ ἢ τὴν προγεγραμμένην ἐγγύην. εὐορκοῦντι μένμέμ μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ τὰ ἐναντίαταναντία. Θεότιμος Εὔφρονος Θρᾶιξ τῶν οὔπω ὑπὸ ἱππάρχην ὀγδοηκοντάρουρος ὁμολογῶ ἐγγυᾶσθαιἐνγυᾶσθαι εἰς ἔκτισιν Φίλιππον τὸν ἐξειληφότα τὴν ἀπόμοιραν εἰς τὸ δεύτερον ἔτος τῶν περὶ Φιλαδελφέαν τόπων ἀμπελώνων καὶ παραδείσων ταλάντου ἑνὸς καὶ δραχμῶν τρισχιλίων καὶ τὸν αὐτὸν εἰς τὴν ἔγληψιν τῶν περὶ Βουβάστον ἀμπελώνων καὶ παραδείσων δραχμῶν τρισχιλίων ὥστε εἶναι τὸ πᾶν τάλαντα β, πρὸς ἃ ὑποτίθημι τὴν ὑπάρχουσάν μοι οἰκίαν καὶ αὐλὴν καὶ τὰ συνκύροντα ἐν Εὐεργέτιδι καὶ ὀμώμοκα τὸν γεγραμμένον ὅρκον βασιλικὸν κατὰ τὸ σύνβολον τοῦτο.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.