no image
DDbDP-text
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Ἀρσινόης θεῶν Ἀδελφῶν ἔτους ηιη, Ἐπεὶφ κη. ὅρκος, ὃν ὤμοσεν καὶ ἐχειρογράφησεν Σεμθεὺς Τεῶτος Ἡρακλεοπολίτης τῶν ἐπέργων, ὃς καὶ Ἡρακλεόδωρος καλεῖται. ὀμνύω βασιλέαβασιλήα Πτολεμαῖον τὸν ἐκ βασιλέωςβασιλήως Πτολεμαίου καὶ βασίλισσαν Βερενίκην καὶ θεοὺς Ἀδελφοὺς καὶ θεοὺς Εὐεργέτας τοὺς τούτων γονεῖς καὶ τὴν Εἶσιν καὶ τὸν Σάραπιν καὶ τοὺς ἄλλους ἐγχωρίους θεοὺς πάντας καὶ θεὰς πάσας ἦ μὴν πραγματεύσασθαι ὑπὸ Κλίταρχον τὸν παρὰ Ἀσκληπι άδου τοῦ τραπεζίτου ἐπὶ τοῦ ἐνἐμ Φεβίχι τοῦ Κωίτου λογευτηρίου καὶ ἀποίσειν τὰ πίπτοντα πάντα εἰς τὸ βασιλικὸν ὀρθῶς καὶ δικαίως καὶ ὃν ἂν παραλαμβάνω χαλκὸν παρὰ Κλιτάρχου, χωρὶς οὗ ἂν αεξωμαιἐκδέξωμαι, ικαὶ ἀποκαταστήσειν ἐπὶ τὴν ἐν Ἡρακλήους πόλει τράπεζαν, ἐὰν δέ τι ἀνήλωμα ἐπισταλῇ, ὃ ἀνηλώσω ἐπὶ τῶν τόπων, δώσειν τε λόγον τῶν πιπτόντων πάντων Κλιτάρχωι τοῦ τε λήμματος καὶ ἀνηλώματος καὶ τὰ σύμβολα, οὗ ἂν ἀνηλώσω. ἐὰν δέ τι προσοφ ειλήσωπροσοφιλήσω πρὸς τὸν χειρισμόνχιριζμόν, τάξομαι ἐπὶ τὴν βασιλικὴν τράπεζαν ἐν ἡμέραις ε, καὶ ἡ πρᾶξις ἔστω ἔκ τε ἐμοῦ καὶ τῶν ὑπαρχόντων μοι πάντων, καὶ μηθὲν ἐξαλλοτριώσειν τῶν ὑπαρχόντων ἢ εἶναι τοῦτο τὸ συνάλλαγμα κατʼ ἐμοῦ, ἔσεσθαί τε ἐμφανῆ Κλιτάρχωι καὶ τοῖς παρʼ αὐτοῦ ἔξω ἱεροῦ καὶ βωμοῦ καὶ τεμένους καὶ πάσης σκέπης. εὐορκοῦντι μένμέμ μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ ἔνοχον εἶναι τῆι ἀσεβείαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.