no image
DDbDP-text
ἔτους ὀμνύω βασιλέα Φιλοτορα καὶ τοὺς τούτων προγόνους καὶ τὸν Σάραπιν καὶ τὴν Ἶσιν καὶ τοὺς ἄλλους θεοὺς πάντας καὶ πάσας ὁ δεῖνα τοῦ δεῖνος Μακεδὼν τῶν κατοίκων ἱππέων τῶι δεῖνι τῶν αὐτῶν κατοίκων ἱππέων ἐμμενεῖν καὶ ποιήσειν σοί τε καὶ τοῖς παρά σου πάντα τὰ κατὰ τὴν συγγραφήν, ἣν τέθειμαί σοι διὰ τοῦ αὐτοῦ ἀγορανομίου ἅμα τῆι χει ρογραφίαι ταύτηι, καθʼ ἣν παραχωρῶ σοι τὸν ὑπάρχοντά μοι περὶ παράδεισον ἥμισυ , ἐν ὧι φοινικ εγα, οὗ αἱ αἱ γείτνιαι δηλοῦνται διὰ τῆς συγγραφῆς, ἀνθʼ ὧν ηὐχρήστηκας εἴς τε τοὺς στεφάνους καὶ τὰ ἄλλατἆλλα βασιλικὰ τοῦ κλήρου ἀκολούθως ταῖς διὰ τοῦ οἰκονομίαις καὶ μηθὲν παρασυγγραφήσειν μήτε κακοτεχνήσειν μηδὲν τῶν διὰ τῆς χειρογραφίαςχιρογραφίας ταύτης γεγραμμένων, μηδὲ σασθαι σοὶ μήτε τοῖς παρὰ σοῦ ἐπὶ μηδενὸς ἄρχοντος μηδʼ ἐπὶ κριτηρίου περὶ τῶν κατὰ τὸν παράδεισον. ἐὰν δέ τι παραβαίνω τῶν διὰ τῆς χειρογραφίας ταύτης γεγραμμένων, ἡ μὲν παραχώρησις κυρία ἔστω, αὐτὸς δʼ ἔνοχος εἴην τῶι ὅρκωι, ὁπηνίκʼ ἂν εὖ συνθῶ. αμεριμSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.